SlideShare une entreprise Scribd logo
1  sur  14
Télécharger pour lire hors ligne
«ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ»




ΠΡΟΤΥΠΟ ΠΕΙΡΑΜΑΤΙΚΟ ΛΥΚΕΙΟ ΕΥΑΓΓΕΛΙΚΗΣ ΣΧΟΛΗΣ ΣΜΥΡΝΗΣ




 Ανθολόγιο αρχαιοελληνικών
κειμένων πολιτικού στοχασμού




              Επιλογή – Επιμέλεια Κειμένων
                    Δρ Ι.Π. Αμπελάς
                       Φιλόλογος




                            1
«ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ»




Τα αποσπάσματα που ακολουθούν είναι ταξινομημένα κατά θεματικές ενότητες. Η ταξινόμηση έγινε με βάση το
index από το βιβλίο του Ι. Παπαδημητρίου: «Αρίστη Πολιτεία, Ο πολιτικός στοχασμός στην Αρχαία Ελλάδα.» Αθήνα
1980. Οι εκδόσεις των κειμένων βασίζονται στις εξής ηλεκτρονικές διευθύνσεις: http://www.tlg.uci.edu/,
www.perseus.tufts.edu, http://www.greek-language.gr/greekLang/ancient_greek/index.html.


Aθήνα, Οκτώβριος 2012




                                                     2
«ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ»

Δίκαιο και Νόμος

                            Ξενοφῶντος Ἀπομνημονεύματα Δ 4, 1-51 και 12-17

Τα Απομνημονεύματα Σωκράτους είναι το κύριο σωκρατικό έργο του Ξενοφώντα, στο οποίο,
αξιοποιώντας τις προσωπικές του αναμνήσεις αλλά και πληροφορίες από διάφορα συγγράμματα,
επιχειρεί να ανασκευάσει τις κατηγορίες και ενστάσεις ενάντια στη φιλοσοφία του και να παραθέσει μια
σειρά από επεισόδια χαρακτηριστικά του βίου και του τρόπου σκέψης του Σωκράτη. Το κεφάλαιο αυτό
είναι αφιερωμένο στις αντιλήψεις του Σωκράτη για το δίκαιο και την ανάγκη υπακοής στους νόμους.
Ακολουθεί ένα μικρό απόσπασμα από τη συζήτησή του περί δικαίου με τον διάσημο σοφιστή Ιππία.


Ἄλλὰ μὴν καὶ περὶ τοῦ δικαίου γε οὐκ ἀπεκρύπτετο ἣν εἶχε γνώμην, ἀλλὰ καὶ ἔργῳ

ἀπεδείκνυτο, ἰδίᾳ τε πᾶσι νομίμως τε καὶ ὠφελίμως χρώμενος καὶ κοινῇ ἄρχουσί τε ἃ οἱ νόμοι

προστάττοιεν πειθόμενος καὶ κατὰ πόλιν καὶ ἐν ταῖς στρατείαις οὕτως ὥστε διάδηλος εἶναι

παρὰ τοὺς ἄλλους εὐτακτῶν, [2] καὶ ὅτε ἐν ταῖς ἐκκλησίαις ἐπιστάτης γενόμενος οὐκ

ἐπέτρεψε τῷ δήμῳ παρὰ τοὺς νόμους ψηφίσασθαι, ἀλλὰ σὺν τοῖς νόμοις ἠναντιώθη τοιαύτῃ

ὁρμῇ τοῦ δήμου ἣν οὐκ ἂν οἶμαι ἄλλον οὐδένα ἄνθρωπον ὑπομεῖναι· [3] καὶ ὅτε οἱ τριάκοντα

προσέταττον αὐτῷ παρὰ τοὺς νόμους τι, οὐκ ἐπείθετο· τοῖς τε γὰρ νέοις ἀπαγορευόντων αὐτῶν

μὴ διαλέγεσθαι καὶ προσταξάντων ἐκείνῳ τε καὶ ἄλλοις τισὶ τῶν πολιτῶν ἀγαγεῖν τινα ἐπὶ

θανάτῳ, μόνος οὐκ ἐπείσθη, διὰ τὸ παρὰ τοὺς νόμους αὐτῷ προστάττεσθαι· [4] καὶ ὅτε τὴν ὑπὸ

Μελήτου γραφὴν ἔφευγε, τῶν ἄλλων εἰωθότων ἐν τοῖς δικαστηρίοις πρὸς χάριν τε τοῖς

δικασταῖς διαλέγεσθαι καὶ κολακεύειν καὶ δεῖσθαι παρὰ τοὺς νόμους, καὶ διὰ τὰ τοιαῦτα

πολλῶν πολλάκις ὑπὸ τῶν δικαστῶν ἀφιεμένων, ἐκεῖνος οὐδὲν ἠθέλησε τῶν εἰωθότων ἐν τῷ

δικαστηρίῳ παρὰ τοὺς νόμους ποιῆσαι, ἀλλὰ ῥᾳδίως ἂν ἀφεθεὶς ὑπὸ τῶν δικαστῶν, εἰ καὶ

μετρίως τι τούτων ἐποίησε, προείλετο μᾶλλον τοῖς νόμοις ἐμμένων ἀποθανεῖν ἢ παρανομῶν

ζῆν. [5] Καὶ ἔλεγε δὲ οὕτως καὶ πρὸς ἄλλους μὲν πολλάκις, οἶδα δέ ποτε αὐτὸν καὶ πρὸς

Ἱππίαν τὸν Ἠλεῖον περὶ τοῦ δικαίου τοιάδε διαλεχθέντα.

------------------------------------------------------------------------



1
    Το κείμενο προέρχεται από Xenophontis opera omnia, vol. 2, 2nd edn. Oxford, Clarendon Press. 1921 (repr. 1971).


                                                           3
«ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ»

[12] Ἀλλ᾽ ᾤμην ἔγωγ᾽, ἔφη ὁ Σωκράτης, τὸ μὴ θέλειν ἀδικεῖν ἱκανὸν δικαιοσύνης ἐπίδειγμα

εἶναι. Εἰ δέ σοι μὴ δοκεῖ, σκέψαι ἐὰν τόδε σοι μᾶλλον ἀρέσκῃ· φημὶ γὰρ ἐγὼ τὸ νόμιμον

δίκαιον εἶναι. Ἆρα τὸ αὐτὸ λέγεις, ὦ Σώκρατες, νόμιμόν τε καὶ δίκαιον εἶναι; [13] Ἔγωγε, ἔφη.

Οὐ γὰρ αἰσθάνομαί σου ὁποῖον νόμιμον ἢ ποῖον δίκαιον λέγεις. Νόμους δὲ πόλεως, ἔφη,

γιγνώσκεις; Ἔγωγε, ἔφη. Καὶ τίνας τούτους νομίζεις; Ἅ οἱ πολῖται, ἔφη, συνθέμενοι ἅ τε δεῖ

ποιεῖν καὶ ὧν ἀπέχεσθαι ἐγράψαντο. Οὐκοῦν, ἔφη, νόμιμος μὲν ἂν εἴη ὁ κατὰ ταῦτα

πολιτευόμενος, ἄνομος δὲ ὁ ταῦτα παραβαίνων; Πάνυ μὲν οὖν, ἔφη. Οὐκοῦν καὶ δίκαια μὲν ἂν

πράττοι ὁ τούτοις πειθόμενος, ἄδικα δ᾽ ὁ τούτοις ἀπειθῶν; Πάνυ μὲν οὖν. Οὐκοῦν ὁ μὲν τὰ

δίκαια πράττων δίκαιος, ὁ δὲ τὰ ἄδικα ἄδικος; Πῶς γὰρ οὔ; Ὁ μὲν ἄρα νόμιμος δίκαιός ἐστιν,

ὁ δὲ ἄνομος ἄδικος. [14] Καὶ ὁ Ἱππίας, Νόμους δ᾽, ἔφη, ὦ Σώκρατες, πῶς ἄν τις ἡγήσαιτο

σπουδαῖον πρᾶγμα εἶναι ἢ τὸ πείθεσθαι αὐτοῖς, οὕς γε πολλάκις αὐτοὶ οἱ θέμενοι

ἀποδοκιμάσαντες μετατίθενται; Καὶ γὰρ πόλεμον, ἔφη ὁ Σωκράτης, πολλάκις ἀράμεναι

πόλεις πάλιν εἰρήνην ποιοῦνται. Καὶ μάλα, ἔφη. Διάφορον οὖν τι οἴει ποιεῖν, ἔφη, τοὺς τοῖς

νόμοις πειθομένους φαυλίζων, ὅτι καταλυθεῖεν ἂν οἱ νόμοι, ἢ εἰ τοὺς ἐν τοῖς πολέμοις

εὐτακτοῦντας ψέγοις, ὅτι γένοιτ᾽ ἂν εἰρήνη; ἢ καὶ τοὺς ἐν τοῖς πολέμοις ταῖς πατρίσι

προθύμως βοηθοῦντας μέμφῃ; Μὰ Δί᾽ οὐκ ἔγωγ᾽, ἔφη. [15] Λυκοῦργον δὲ τὸν Λακεδαιμόνιον,

ἔφη ὁ Σωκράτης, καταμεμάθηκας, ὅτι οὐδὲν ἂν διάφορον τῶν ἄλλων πόλεων τὴν Σπάρτην

ἐποίησεν, εἰ μὴ τὸ πείθεσθαι τοῖς νόμοις μάλιστα ἐνειργάσατο αὐτῇ; τῶν δὲ ἀρχόντων ἐν ταῖς

πόλεσιν οὐκ οἶσθα ὅτι, οἵτινες ἂν τοῖς πολίταις αἰτιώτατοι ὦσι τοῦ τοῖς νόμοις πείθεσθαι,

οὗτοι ἄριστοί εἰσι, καὶ πόλις, ἐν ᾗ μάλιστα οἱ πολῖται τοῖς νόμοις πείθονται, ἐν εἰρήνῃ τε

ἄριστα διάγει καὶ ἐν πολέμῳ ἀνυπόστατός ἐστιν; [16] Ἀλλὰ μὴν καὶ ὁμόνοιά γε μέγιστόν τε

ἀγαθὸν δοκεῖ ταῖς πόλεσιν εἶναι καὶ πλειστάκις ἐν αὐταῖς αἵ τε γερουσίαι καὶ οἱ ἄριστοι

ἄνδρες παρακελεύονται τοῖς πολίταις ὁμονοεῖν, καὶ πανταχοῦ ἐν τῇ Ἑλλάδι νόμος κεῖται τοὺς

πολίτας ὀμνύναι ὁμονοήσειν, καὶ πανταχοῦ ὀμνύουσι τὸν ὅρκον τοῦτον· οἶμαι δ᾽ ἐγὼ ταῦτα

γίγνεσθαι οὐχ ὅπως τοὺς αὐτοὺς χοροὺς κρίνωσιν οἱ πολῖται, οὐδ᾽ ὅπως τοὺς αὐτοὺς αὐλητὰς

ἐπαινῶσιν, οὐδ᾽ ὅπως τοὺς αὐτοὺς ποιητὰς αἱρῶνται, οὐδ᾽ ἵνα τοῖς αὐτοῖς ἥδωνται, ἀλλ᾽ ἵνα

τοῖς νόμοις πείθωνται. Τούτοις γὰρ τῶν πολιτῶν ἐμμενόντων, αἱ πόλεις ἰσχυρόταταί τε καὶ

                                             4
«ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ»

εὐδαιμονέσταται γίγνονται· ἄνευ δὲ ὁμονοίας οὔτ᾽ ἂν πόλις εὖ πολιτευθείη οὔτ᾽ οἶκος καλῶς

οἰκηθείη. [17] ἰδίᾳ δὲ πῶς μὲν ἄν τις ἧττον ὑπὸ πόλεως ζημιοῖτο, πῶς δ᾽ ἂν μᾶλλον τιμῷτο, ἢ εἰ

τοῖς νόμοις πείθοιτο;



                                        Ibid. Δ 6, 5-6

[5] Ἀνθρώποις δὲ ἆρα ἔξεστιν ὃν ἄν τις τρόπον βούληται χρῆσθαι; Οὐκ ἀλλὰ καὶ περὶ τούτους

[ὁ εἰδὼς] ἅ ἐστι νόμιμα καθ᾽ ἃ δεῖ πως ἀλλήλοις χρῆσθαι [, νόμιμος ἂν εἴη]. Οὐκοῦν οἱ κατὰ

ταῦτα χρώμενοι ἀλλήλοις ὡς δεῖ χρῶνται; Πῶς γὰρ οὔ; οὐκοῦν οἵ γε ὡς δεῖ χρώμενοι καλῶς

χρῶνται; Πάνυ μὲν οὖν, ἔφη. Οὐκοῦν οἵ γε τοῖς ἀνθρώποις καλῶς χρώμενοι καλῶς πράττουσι

τὰ ἀνθρώπεια πράγματα; Εἰκός γ᾽, ἔφη. Οὐκοῦν οἱ τοῖς νόμοις πειθόμενοι δίκαια οὗτοι ποιοῦσι;

[6] Πάνυ μὲν οὖν, ἔφη. Δίκαια δὲ ἔφη, οἶσθα ὁποῖα καλεῖται; Ἃ οἱ νόμοι κελεύουσιν, ἔφη. οἱ ἄρα

ποιοῦντες ἃ οἱ νόμοι κελεύουσι δίκαιά τε ποιοῦσι καὶ ἃ δεῖ; Πῶς γὰρ οὔ; οὐκοῦν οἵ γε τὰ δίκαια

ποιοῦντες δίκαιοί εἰσιν; Οἴομαι ἔγωγ᾽, ἔφη. Οἴει οὖν τινας πείθεσθαι τοῖς νόμοις μὴ εἰδότας ἃ

οἱ νόμοι κελεύουσιν; Οὐκ ἔγωγ᾽, ἔφη. Εἰδότας δὲ ἃ δεῖ ποιεῖν οἴει τινὰς οἴεσθαι δεῖν μὴ ταῦτα

ποιεῖν; Οὐκ οἶμαι, ἔφη. Οἶδας δέ τινας ἄλλα ποιοῦντας ἢ ἃ οἴονται δεῖν; Οὐκ ἔγωγ᾽, ἔφη. Οἱ ἄρα

τὰ περὶ ἀνθρώπους νόμιμα εἰδότες οὗτοι τὰ δίκαια ποιοῦσι; Πάνυ μὲν οὖν, ἔφη. Οὐκοῦν οἵ γε

τὰ δίκαια ποιοῦντες δίκαιοί εἰσι; Τίνες γὰρ ἄλλοι; ἔφη. Ὀρθῶς ἄν ποτε ἄρα ὁριζοίμεθα

ὁριζόμενοι δικαίους εἶναι τοὺς εἰδότας τὰ περὶ ἀνθρώπους νόμιμα; Ἔμοιγε δοκεῖ, ἔφη.




                                              5
«ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ»

Δίκαιες πράξεις και τιμωρίες

                                         Ἀριστοτέλους, Πολιτικὰ 1332a2

Ο Αριστοτέλης τελείωσε τα Ηθικά Νικομάχειά του δηλώνοντας ότι, προκειμένου να ολοκληρώσει τη
φιλοσοφία του για τα ανθρώπινα, μετά την εξέταση των αρετών του ανθρώπου όφειλε να αναφερθεί
στους νόμους και τα πολιτεύματα. Άλλωστε, η απόκτηση των αρετών, για τις οποίες έκανε λόγο στο έργο
εκείνο, δεν αφορά αποκλειστικά το άτομο, αλλά κυρίως την πόλη στην οποία ζει.

Ἐπεὶ δὲ τὸ προκείμενόν ἐστι τὴν ἀρίστην πολιτείαν ἰδεῖν, αὕτη δ᾽ [5] ἐστὶ καθ᾽ ἣν ἄριστ᾽ ἂν

πολιτεύοιτο πόλις, ἄριστα δ᾽ ἂν πολιτεύοιτο καθ᾽ ἣν εὐδαιμονεῖν μάλιστα ἐνδέχεται τὴν πόλιν,

δῆλον ὅτι τὴν εὐδαιμονίαν δεῖ, τί ἐστι, μὴ λανθάνειν. Φαμὲν δὲ (καὶ διωρίσμεθα ἐν τοῖς

Ἠθικοῖς, εἴ τι τῶν λόγων ἐκείνων ὄφελος) ἐνέργειαν εἶναι καὶ χρῆσιν ἀρετῆς τελείαν, καὶ

ταύτην [10] οὐκ ἐξ ὑποθέσεως ἀλλ᾽ ἁπλῶς. Λέγω δ᾽ ἐξ ὑποθέσεως τἀναγκαῖα, τὸ δ᾽ ἁπλῶς τὸ

καλῶς· οἷον τὰ περὶ τὰς δικαίας πράξεις, αἱ <γὰρ> δίκαιαι τιμωρίαι καὶ κολάσεις ἀπ᾽ ἀρετῆς

μέν εἰσιν, ἀναγκαῖαι δέ, καὶ τὸ καλῶς ἀναγκαίως ἔχουσιν (αἱρετώτερον μὲν γὰρ μηδενὸς

δεῖσθαι τῶν τοιούτων [15] μήτε τὸν ἄνδρα μήτε τὴν πόλιν), αἱ δ᾽ ἐπὶ τὰς τιμὰς καὶ τὰς

εὐπορίας ἁπλῶς εἰσι κάλλισται πράξεις. τὸ μὲν γὰρ ἕτερον κακοῦ τινὸς ἀναίρεσίς ἐστιν, αἱ

τοιαῦται δὲ πράξεις τοὐναντίον· κατασκευαὶ γὰρ ἀγαθῶν εἰσι καὶ γεννήσεις. χρήσαιτο δ᾽ ἂν ὁ

σπουδαῖος ἀνὴρ καὶ πενίᾳ καὶ νόσῳ καὶ [20] ταῖς ἄλλαις τύχαις ταῖς φαύλαις καλῶς· ἀλλὰ τὸ

μακάριον ἐν τοῖς ἐναντίοις ἐστίν (καὶ γὰρ τοῦτο διώρισται κατὰ τοὺς ἠθικοὺς λόγους, ὅτι

τοιοῦτός ἐστιν ὁ σπουδαῖος, ᾧ διὰ τὴν ἀρετὴν ἀγαθά ἐστι τὰ ἁπλῶς ἀγαθά, δῆλον δ᾽ ὅτι καὶ

τὰς χρήσεις ἀναγκαῖον σπουδαίας καὶ καλὰς εἶναι ταύτας [25] ἁπλῶς)·διὸ καὶ νομίζουσιν

ἄνθρωποι τῆς εὐδαιμονίας αἴτια τὰ ἐκτὸς εἶναι τῶν ἀγαθῶν, ὥσπερ εἰ τοῦ κιθαρίζειν λαμπρὸν

καὶ καλῶς αἰτιῷντο τὴν λύραν μᾶλλον τῆς τέχνης.

           Ἀναγκαῖον τοίνυν ἐκ τῶν εἰρημένων τὰ μὲν ὑπάρχειν, τὰ δὲ παρασκευάσαι τὸν

νομοθέτην. Διὸ κατατυχεῖν εὐχόμεθα [30] τῇ τῆς πόλεως συστάσει ὧν ἡ τύχη κυρία (κυρίαν

γὰρ ὑπάρχειν τίθεμεν)· τὸ δὲ σπουδαίαν εἶναι τὴν πόλιν οὐκέτι τύχης ἔργον ἀλλ᾽ ἐπιστήμης καὶ

προαιρέσεως. ἀλλὰ μὴν σπουδαία γε πόλις ἐστὶ τῷ τοὺς πολίτας τοὺς μετέχοντας τῆς

2
    Το κείμενο προέρχεται από Aristotle. ed. W. D. Ross, Aristotle's Politica. Oxford, Clarendon Press. 1957.

                                                            6
«ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ»

πολιτείας εἶναι σπουδαίους· ἡμῖν δὲ πάντες οἱ πολῖται [35] μετέχουσι τῆς πολιτείας. Τοῦτ᾽ ἄρα

σκεπτέον, πῶς ἀνὴρ γίνεται σπουδαῖος. Καὶ γὰρ εἰ πάντας ἐνδέχεται σπουδαίους εἶναι, μὴ καθ᾽

ἕκαστον δὲ τῶν πολιτῶν, οὕτως αἱρετώτερον· ἀκολουθεῖ γὰρ τῷ καθ᾽ ἕκαστον καὶ τὸ πάντας.

ἀλλὰ μὴν ἀγαθοί γε καὶ σπουδαῖοι γίγνονται διὰ τριῶν. Τὰ τρία δὲ [40] ταῦτά ἐστι φύσις ἔθος

λόγος. Καὶ γὰρ φῦναι δεῖ πρῶτον, οἷον ἄνθρωπον ἀλλὰ μὴ τῶν ἄλλων τι ζῴων· εἶτα καὶ ποιόν

τινα τὸ σῶμα καὶ τὴν ψυχήν. Ἔνια δὲ οὐθὲν ὄφελος φῦναι·




                                             7
«ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ»

Δίκαιο του Ισχυρότερου

                                  Δημόκριτος Fr. 267 Diels – Kranz (selectio)

φύσει τὸ ἄρχειν οἰκήιον τῷ κρέσσονι.



                                         Θουκυδίδου, Ἱστορίαι Ε 86-1023

Η επίκληση του δικαίου του ισχυρού αποτέλεσε τον κύριο άξονα της επιχειρηματολογίας των αθηναίων
απεσταλμένων στη Μήλο (βλ. και ΘΟΥΚ 5.84.1–5.86.1). Ο κυνισμός και οι απειλές τους, όμως, δεν κατόρθωσαν να
κάμψουν την αποφασιστικότητα των Μηλίων για ουδετερότητα.

Οἱ δὲ τῶν Μηλίων ξύνεδροι ἀπεκρίναντο «ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθ᾽ ἡσυχίαν

ἀλλήλους οὐ ψέγεται, τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα διαφέροντα αὐτοῦ

φαίνεται. ὁρῶμεν γὰρ αὐτούς τε κριτὰς ἥκοντας ὑμᾶς τῶν λεχθησομένων καὶ τὴν τελευτὴν ἐξ

αὐτοῦ κατὰ τὸ εἰκὸς περιγενομένοις μὲν τῷ δικαίῳ καὶ δι᾽ αὐτὸ μὴ ἐνδοῦσι πόλεμον ἡμῖν

φέρουσαν, πεισθεῖσι δὲ δουλείαν».

           ΑΘ. Εἰ μὲν τοίνυν ὑπονοίας τῶν μελλόντων λογιούμενοι ἢ ἄλλο τι ξυνήκετε ἢ ἐκ τῶν

παρόντων καὶ ὧν ὁρᾶτε περὶ σωτηρίας βουλεύσοντες τῇ πόλει, παυοίμεθ᾽ ἄν· εἰ δ᾽ ἐπὶ τοῦτο,

λέγοιμεν ἄν.

           ΜΗΛ. Εἰκὸς μὲν καὶ ξυγγνώμη ἐν τῷ τοιῷδε καθεστῶτας ἐπὶ πολλὰ καὶ λέγοντας καὶ

δοκοῦντας τρέπεσθαι· ἡ μέντοι ξύνοδος καὶ περὶ σωτηρίας ἥδε πάρεστι, καὶ ὁ λόγος ᾧ

προκαλεῖσθε τρόπῳ, εἰ δοκεῖ, γιγνέσθω.

           ΑΘ. Ἡμεῖς τοίνυν οὔτε αὐτοὶ μετ᾽ ὀνομάτων καλῶν, ὡς ἢ δικαίως τὸν Μῆδον

καταλύσαντες ἄρχομεν ἢ ἀδικούμενοι νῦν ἐπεξερχόμεθα, λόγων μῆκος ἄπιστον παρέξομεν,

οὔθ᾽ ὑμᾶς ἀξιοῦμεν ἢ ὅτι Λακεδαιμονίων ἄποικοι ὄντες οὐ ξυνεστρατεύσατε ἢ ὡς ἡμᾶς οὐδὲν

ἠδικήκατε λέγοντας οἴεσθαι πείσειν, τὰ δυνατὰ δ᾽ ἐξ ὧν ἑκάτεροι ἀληθῶς φρονοῦμεν

διαπράσσεσθαι, ἐπισταμένους πρὸς εἰδότας ὅτι δίκαια μὲν ἐν τῷ ἀνθρωπείῳ λόγῳ ἀπὸ τῆς

ἴσης ἀνάγκης κρίνεται, δυνατὰ δὲ οἱ προύχοντες πράσσουσι καὶ οἱ ἀσθενεῖς ξυγχωροῦσιν.



3
    Το κείμενο προέρχεται από Thucydides. Historiae in two volumes. Oxford, Oxford University Press. 1942.

                                                           8
«ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ»

      ΜΗΛ. Ἧι μὲν δὴ νομίζομέν γε, χρήσιμον (ἀνάγκη γάρ, ἐπειδὴ ὑμεῖς οὕτω παρὰ τὸ

δίκαιον τὸ ξυμφέρον λέγειν ὑπέθεσθε) μὴ καταλύειν ὑμᾶς τὸ κοινὸν ἀγαθόν, ἀλλὰ τῷ αἰεὶ ἐν

κινδύνῳ γιγνομένῳ εἶναι τὰ εἰκότα καὶ δίκαια, καί τι καὶ ἐντὸς τοῦ ἀκριβοῦς πείσαντά τινα

ὠφεληθῆναι. καὶ πρὸς ὑμῶν οὐχ ἧσσον τοῦτο, ὅσῳ καὶ ἐπὶ μεγίστῃ τιμωρίᾳ σφαλέντες ἂν τοῖς

ἄλλοις παράδειγμα γένοισθε.

      ΑΘ. Ἡμεῖς δὲ τῆς ἡμετέρας ἀρχῆς, ἢν καὶ παυθῇ, οὐκ ἀθυμοῦμεν τὴν τελευτήν· οὐ γὰρ

οἱ ἄρχοντες ἄλλων, ὥσπερ καὶ Λακεδαιμόνιοι, οὗτοι δεινοὶ τοῖς νικηθεῖσιν (ἔστι δὲ οὐ πρὸς

Λακεδαιμονίους ἡμῖν ὁ ἀγών), ἀλλ᾽ ἢν οἱ ὑπήκοοί που τῶν ἀρξάντων αὐτοὶ ἐπιθέμενοι

κρατήσωσιν. [2] Καὶ περὶ μὲν τούτου ἡμῖν ἀφείσθω κινδυνεύεσθαι· ὡς δὲ ἐπ᾽ ὠφελίᾳ τε

πάρεσμεν τῆς ἡμετέρας ἀρχῆς καὶ ἐπὶ σωτηρίᾳ νῦν τοὺς λόγους ἐροῦμεν τῆς ὑμετέρας

πόλεως, ταῦτα δηλώσομεν, βουλόμενοι ἀπόνως μὲν ὑμῶν ἄρξαι, χρησίμως δ᾽ ὑμᾶς ἀμφοτέροις

σωθῆναι.

      ΜΗΛ. καὶ πῶς χρήσιμον ἂν ξυμβαίη ἡμῖν δουλεῦσαι, ὥσπερ καὶ ὑμῖν ἄρξαι;

      ΑΘ. Ὅτι ὑμῖν μὲν πρὸ τοῦ τὰ δεινότατα παθεῖν ὑπακοῦσαι ἂν γένοιτο, ἡμεῖς δὲ μὴ

διαφθείραντες ὑμᾶς κερδαίνοιμεν ἄν.

      ΜΗΛ. Ὥστε [δὲ] ἡσυχίαν ἄγοντας ἡμᾶς φίλους μὲν εἶναι ἀντὶ πολεμίων, ξυμμάχους δὲ

μηδετέρων, οὐκ ἂν δέξαισθε;

      ΑΘ. Οὐ γὰρ τοσοῦτον ἡμᾶς βλάπτει ἡ ἔχθρα ὑμῶν ὅσον ἡ φιλία μὲν ἀσθενείας, τὸ δὲ

μῖσος δυνάμεως παράδειγμα τοῖς ἀρχομένοις δηλούμενον.

      ΜΗΛ. Σκοποῦσι δ᾽ ὑμῶν οὕτως οἱ ὑπήκοοι τὸ εἰκός, ὥστε τούς τε μὴ προσήκοντας καὶ

ὅσοι ἄποικοι ὄντες οἱ πολλοὶ καὶ ἀποστάντες τινὲς κεχείρωνται ἐς τὸ αὐτὸ τιθέασιν;

      ΑΘ. Δικαιώματι γὰρ οὐδετέρους ἐλλείπειν ἡγοῦνται, κατὰ δύναμιν δὲ τοὺς μὲν

περιγίγνεσθαι, ἡμᾶς δὲ φόβῳ οὐκ ἐπιέναι· ὥστε ἔξω καὶ τοῦ πλεόνων ἄρξαι καὶ τὸ ἀσφαλὲς

ἡμῖν διὰ τὸ καταστραφῆναι ἂν παράσχοιτε, ἄλλως τε καὶ νησιῶται ναυκρατόρων καὶ

ἀσθενέστεροι ἑτέρων ὄντες εἰ μὴ περιγένοισθε.

      ΜΗΛ. Ἐν δ᾽ ἐκείνῳ οὐ νομίζετε ἀσφάλειαν; Δεῖ γὰρ αὖ καὶ ἐνταῦθα, ὥσπερ ὑμεῖς τῶν

δικαίων λόγων ἡμᾶς ἐκβιβάσαντες τῷ ὑμετέρῳ ξυμφόρῳ ὑπακούειν πείθετε, καὶ ἡμᾶς τὸ ἡμῖν

                                             9
«ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ»

χρήσιμον διδάσκοντας, εἰ τυγχάνει καὶ ὑμῖν τὸ αὐτὸ ξυμβαῖνον, πειρᾶσθαι πείθειν. Ὅσοι γὰρ

νῦν μηδετέροις ξυμμαχοῦσι, πῶς οὐ πολεμώσεσθε αὐτούς, ὅταν ἐς τάδε βλέψαντες ἡγήσωνταί

ποτε ὑμᾶς καὶ ἐπὶ σφᾶς ἥξειν; Κἀν τούτῳ τί ἄλλο ἢ τοὺς μὲν ὑπάρχοντας πολεμίους

μεγαλύνετε, τοὺς δὲ μηδὲ μελλήσαντας γενέσθαι ἄκοντας ἐπάγεσθε;

      ΑΘ. Οὐ γὰρ νομίζομεν ἡμῖν τούτους δεινοτέρους ὅσοι ἠπειρῶταί που ὄντες τῷ ἐλευθέρῳ

πολλὴν τὴν διαμέλλησιν τῆς πρὸς ἡμᾶς φυλακῆς ποιήσονται, ἀλλὰ τοὺς νησιώτας τέ που

ἀνάρκτους, ὥσπερ ὑμᾶς, καὶ τοὺς ἤδη τῆς ἀρχῆς τῷ ἀναγκαίῳ παροξυνομένους. Οὗτοι γὰρ

πλεῖστ᾽ ἂν τῷ ἀλογίστῳ ἐπιτρέψαντες σφᾶς τε αὐτοὺς καὶ ἡμᾶς ἐς προῦπτον κίνδυνον

καταστήσειαν.

      ΜΗΛ. Ἦ που ἄρα, εἰ τοσαύτην γε ὑμεῖς τε μὴ παυθῆναι ἀρχῆς καὶ οἱ δουλεύοντες ἤδη

ἀπαλλαγῆναι τὴν παρακινδύνευσιν ποιοῦνται, ἡμῖν γε τοῖς ἔτι ἐλευθέροις πολλὴ κακότης καὶ

δειλία μὴ πᾶν πρὸ τοῦ δουλεῦσαι ἐπεξελθεῖν.

      ΑΘ. Οὔκ, ἤν γε σωφρόνως βουλεύησθε· οὐ γὰρ περὶ ἀνδραγαθίας ὁ ἀγὼν ἀπὸ τοῦ ἴσου

ὑμῖν, μὴ αἰσχύνην ὀφλεῖν, περὶ δὲ σωτηρίας μᾶλλον ἡ βουλή, πρὸς τοὺς κρείσσονας πολλῷ μὴ

ἀνθίστασθαι.

      ΜΗΛ. Ἀλλ᾽ ἐπιστάμεθα τὰ τῶν πολέμων ἔστιν ὅτε κοινοτέρας τὰς τύχας λαμβάνοντα ἢ

κατὰ τὸ διαφέρον ἑκατέρων πλῆθος· καὶ ἡμῖν τὸ μὲν εἶξαι εὐθὺς ἀνέλπιστον, μετὰ δὲ τοῦ

δρωμένου ἔτι καὶ στῆναι ἐλπὶς ὀρθῶς.




                                              10
«ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ»

Δίκαιο και Ισότητα

                                            Πλάτων Γοργίας 483d κε4.

Ο Καλλικλής επικρίνει τον Σωκράτη για τη χρήση δημαγωγικών πρακτικών – Η θέση του: ο νόμος εξυπηρετεί τα
συμφέροντα των πολλών και αδύναμων. Ειδικότερα, ο Σωκράτης ανάγκασε τον Πώλο (βλ. σχετικά ΠΛ Γοργ 471d–
472d ) να παραδεχτεί ότι είναι αδύνατο κάποιος που αδικεί ατιμώρητος να είναι ευτυχισμένος, απέδειξε, επομένως,
ότι η ρητορική είναι άχρηστη, καθώς δεν έχει νόημα να προσπαθεί κάποιος μέσω αυτής να αποφύγει την απαλλαγή
του από το δικαστήριο για τα αδικήματά του. Τότε στη συζήτηση παρεμβαίνει ο Καλλικλής. Στο τρίτο μέρος του
διαλόγου αυτού συζητούν ο Καλλικλής και ο Σωκράτης. Ο πρώτος επιχειρηματολόγησε υπέρ του φυσικού δικαίου, το
οποίο ταύτισε με το "δίκαιο του ισχυροτέρου".




[483d] Ἡ δε γε οἶμαι φύσις αὐτὴ ἀποφαίνει αὐτό, ὅτι δίκαιόν ἐστιν τὸν ἀμείνω τοῦ χείρονος

πλέον ἔχειν καὶ τὸν δυνατώτερον τοῦ ἀδυνατωτέρου. Δηλοῖ δὲ ταῦτα πολλαχοῦ ὅτι οὕτως ἔχει,

καὶ ἐν τοῖς ἄλλοις ζῴοις καὶ τῶν ἀνθρώπων ἐν ὅλαις ταῖς πόλεσι καὶ τοῖς γένεσιν, ὅτι οὕτω τὸ

δίκαιον κέκριται, τὸν κρείττω τοῦ ἥττονος ἄρχειν καὶ πλέον ἔχειν. ἐπεὶ ποίῳ δικαίῳ χρώμενος

Ξέρξης ἐπὶ τὴν Ἑλλάδα ἐστράτευσεν ἢ ὁ πατὴρ αὐτοῦ ἐπὶ Σκύθας; ἢ [483e] ἄλλα μυρία ἄν τις

ἔχοι τοιαῦτα λέγειν. ἀλλ᾽ οἶμαι οὗτοι κατὰ φύσιν τὴν τοῦ δικαίου ταῦτα πράττουσιν, καὶ ναὶ μὰ

Δία κατὰ νόμον γε τὸν τῆς φύσεως, οὐ μέντοι ἴσως κατὰ τοῦτον ὃν ἡμεῖς τιθέμεθα·

πλάττοντες τοὺς βελτίστους καὶ ἐρρωμενεστάτους ἡμῶν αὐτῶν, ἐκ νέων λαμβάνοντες, ὥσπερ

λέοντας, κατεπᾴδοντές τε καὶ γοητεύοντες καταδουλούμεθα [484a] λέγοντες ὡς τὸ ἴσον χρὴ

ἔχειν καὶ τοῦτό ἐστιν τὸ καλὸν καὶ τὸ δίκαιον. ἐὰν δέ γε οἶμαι φύσιν ἱκανὴν γένηται ἔχων

ἀνήρ, πάντα ταῦτα ἀποσεισάμενος καὶ διαρρήξας καὶ διαφυγών, καταπατήσας τὰ ἡμέτερα

γράμματα καὶ μαγγανεύματα καὶ ἐπῳδὰς καὶ νόμους τοὺς παρὰ φύσιν ἅπαντας, ἐπαναστὰς

ἀνεφάνη δεσπότης ἡμέτερος ὁ δοῦλος, καὶ ἐνταῦθα [484b] ἐξέλαμψεν τὸ τῆς φύσεως δίκαιον.




4
    Το κείμενο προέρχεται από Plato. Platonis Opera, ed. John Burnet. Oxford University Press. 1903.

                                                           11
«ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ»

                                          Ἀριστοτέλους Πολιτικὰ 1317b5

Ὑπόθεσις μὲν οὖν τῆς δημοκρατικῆς πολιτείας ἐλευθερία (τοῦτο γὰρ λέγειν εἰώθασιν, ὡς ἐν

μόνῃ τῇ πολιτείᾳ (1317b) ταύτῃ μετέχοντας ἐλευθερίας· τούτου γὰρ στοχάζεσθαί φασι πᾶσαν

δημοκρατίαν)· ἐλευθερίας δὲ ἓν μὲν τὸ ἐν μέρει ἄρχεσθαι καὶ ἄρχειν. Καὶ γὰρ τὸ δίκαιον τὸ

δημοτικὸν τὸ ἴσον ἔχειν ἐστὶ κατὰ ἀριθμὸν ἀλλὰ μὴ κατ’ ἀξίαν, τούτου δ’ ὄντος τοῦ δικαίου τὸ

πλῆθος ἀναγκαῖον εἶναι κύριον, καὶ ὅ τι ἂν δόξῃ τοῖς πλείοσι, τοῦτ’ εἶναι τέλος καὶ τοῦτ’ εἶναι

τὸ δίκαιον· φασὶ γὰρ δεῖν ἴσον ἔχειν ἕκαστον τῶν πολιτῶν· Ὥστε ἐν ταῖς δημοκρατίαις

συμβαίνει κυριωτέρους εἶναι τοὺς ἀπόρους τῶν εὐπόρων· πλείους γάρ εἰσι, κύριον δὲ τὸ τοῖς

πλείοσι δόξαν. Ἕν μὲν οὖν τῆς ἐλευθερίας σημεῖον τοῦτο, ὃν τίθενται πάντες οἱ δημοτικοὶ τῆς

πολιτείας ὅρον· ἓν δὲ τὸ ζῆν ὡς βούλεταί τις. Τοῦτο γὰρ τῆς ἐλευθερίας ἔργον εἶναί φασιν,

εἴπερ τοῦ δουλεύοντος τὸ ζῆν μὴ ὡς βούλεται. Τῆς μὲν οὖν δημοκρατίας ὅρος οὗτος δεύτερος·

ἐντεῦθεν δ’ ἐλήλυθε τὸ μὴ ἄρχεσθαι, μάλιστα μὲν ὑπὸ μηθενός, εἰ δὲ μή, κατὰ μέρος, καὶ

συμβάλλεται ταύτῃ πρὸς τὴν ἐλευθε μή, κατὰ μέρος, καὶ συμβάλλεται ταύτῃ πρὸς τὴν

ἐλευθερίαν τὴν κατὰ τὸ ἴσον. Τούτων δ’ ὑποκειμένων καὶ τοιαύτης οὔσης τῆς ἀρχῆς τὰ

τοιαῦτα δημοτικά· τὸ αἱρεῖσθαι τὰς ἀρχὰς πάντας ἐκ πάντων, τὸ ἄρχειν πάντας μὲν ἑκάστου

ἕκαστον δ’ ἐν μέρει πάντων, τὸ κληρωτὰς εἶναι τὰς ἀρχὰς ἢ πάσας ἢ ὅσαι μὴ ἐμπειρίας

δέονται καὶ τέχνης, τὸ μὴ ἀπὸ τιμήματος μηθενὸς εἶναι τὰς ἀρχὰς ἢ ὅτι μικροτάτου, τὸ μὴ δὶς

τὸν αὐτὸν ἄρχειν μηδεμίαν ἢ ὀλιγάκις ἢ ὀλίγας ἔξω τῶν κατὰ πόλεμον, τὸ ὀλιγοχρονίους εἶναι

τὰς ἀρχὰς ἢ πάσας ἢ ὅσας ἐνδέχεται, τὸ δικάζειν πάντας καὶ ἐκ πάντων καὶ περὶ πάντων, ἢ

περὶ τῶν πλείστων καὶ τῶν μεγίστων καὶ τῶν κυριωτάτων, οἷον περὶ εὐθυνῶν καὶ πολιτείας καὶ

τῶν ἰδίων συναλλαγμάτων, τὸ τὴν ἐκκλησίαν κυρίαν εἶναι πάντων ἢ τῶν μεγίστων, ἀρχὴν δὲ

μηδεμίαν μηθενὸς ἢ ὅτι ὀλιγίστων κυρίαν (τῶν δ’ ἀρχῶν δημοτικώτατον βουλή, ὅπου μὴ

μισθοῦ εὐπορία πᾶσιν· ἐνταῦθα γὰρ ἀφαιροῦνται καὶ ταύτης τῆς ἀρχῆς τὴν δύναμιν· εἰς αὑτὸν

γὰρ ἀνάγει τὰς κρίσεις πάσας ὁ δῆμος εὐπορῶν μισθοῦ, καθάπερ εἴρηται πρότερον ἐν τῇ

μεθόδῳ τῇ πρὸ ταύτης), ἔπειτα τὸ μισθοφορεῖν μάλιστα μὲν πάντας, ἐκκλησίαν δικαστήρια

ἀρχάς, εἰ δὲ μή, τὰς ἀρχὰς καὶ τὰ δικαστήρια καὶ <τὴν> βουλὴν καὶ τὰς ἐκκλησίας τὰς κυρίας,

5
    Το κείμενο προέρχεται από W.D. Ross, Aristotelis politica. Oxford: Clarendon Press, 1957 (repr. 1964).

                                                            12
«ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ»

ἢ τῶν ἀρχῶν ἃς ἀνάγκη συσσιτεῖν μετ’ ἀλλήλων. Ἔτι ἐπειδὴ ὀλιγαρχία καὶ γένει καὶ πλούτῳ

καὶ παιδείᾳ ὁρίζεται, τὰ δημοτικὰ δοκεῖ τἀναντία τούτων εἶναι, ἀγένεια πενία βαναυσία· ἔτι δὲ

τῶν ἀρχῶν τὸ μηδεμίαν ἀίδιον εἶναι, (1318a.) ἐὰν δέ τις καταλειφθῇ ἐξ ἀρχαίας μεταβολῆς, τό

γε περιαιρεῖσθαι τὴν δύναμιν αὐτῆς καὶ ἐξ αἱρετῶν κληρωτοὺς ποιεῖν. Τὰ μὲν οὖν κοινὰ ταῖς

δημοκρατίαις ταῦτ’ ἐστί· συμβαίνει δ’ ἐκ τοῦ δικαίου τοῦ ὁμολογουμένου εἶναι δημοκρατικοῦ

βαίνει δ’ ἐκ τοῦ δικαίου τοῦ ὁμολογουμένου εἶναι δημοκρατικοῦ (τοῦτο δ’ ἐστὶ τὸ ἴσον ἔχειν

ἅπαντας κατ’ ἀριθμόν) ἡ μάλιστ’ εἶναι δοκοῦσα δημοκρατία καὶ δῆμος. Ἴσον γὰρ τὸ μηθὲν

μᾶλλον ἄρχειν τοὺς ἀπόρους ἢ τοὺς εὐπόρους, μηδὲ κυρίους εἶναι μόνους ἀλλὰ πάντας ἐξ ἴσου

κατ’ ἀριθμόν· οὕτω γὰρ ἂν ὑπάρχειν νομίζοιεν τήν τ’ ἰσότητα τῇ πολιτείᾳ καὶ τὴν ἐλευθερίαν.


Ο Δίκαιος είναι ανώτερος χρημάτων

                         Δημόκριτος Fr. 50 Diels – Kranz (selectio)


Ὁ χρημάτων παντελῶς ἥσσων οὐκ ἄν ποτε εἴη δίκαιος.




                                             13
«ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ»

Δίκη και αιδώς

                                             Πρωταγόρας, 320c – 323a6

Ἐπειδὴ δὲ ὁ ἄνθρωπος θείας μετέσχε μοίρας, πρῶτον μὲν διὰ τὴν τοῦ θεοῦ συγγένειαν ζῴων

μόνον θεούς ἐνόμισεν, καὶ ἐπεχείρει βωμούς τε ἱδρύεσθαι καὶ ἀγάλματα θεῶν· ἔπειτα φωνὴν

καὶ ὀνόματα ταχὺ διηρθρώσατο τῇ τέχνῃ, καὶ οἰκήσεις καὶ ἐσθῆτας καὶ ὑποδέσεις καὶ

στρωμνὰς καὶ τὰς ἐκ γῆς τροφὰς ηὕρετο. Οὕτω δὴ παρεσκευασμένοι κατ' ἀρχὰς ἄνθρωποι

ᾤκουν σποράδην, πόλεις δέ οὐκ ἦσαν· ἀπώλλυντο οὖν ὑπὸ τῶν θηρίων διὰ τὸ πανταχῇ αὐτῶν

ἀσθενέστεροι εἶναι, καὶ ἡ δημιουργικὴ τέχνη αὐτοῖς πρὸς μὲν τροφὴν ἱκανὴ βοηθὸς ἦν, πρὸς

δὲ τὸν τῶν θηρίων πόλεμον ἐνδεής - πολιτικὴν γὰρ τέχνην οὔπω εἶχον, ἧς μέρος πολεμική -

ἐζήτουν δὴ ἁθροίζεσθαι καὶ σῴζεσθαι κτίζοντες πόλεις· ὅτ' οὖν ἁθροισθεῖεν, ἠδίκουν ἀλλήλους

ἅτε οὐκ ἔχοντες τὴν πολιτικὴν τέχνην, ὥστε πάλιν σκεδαννύμενοι διεφθείροντο. Ζεὺς οὖν

δείσας περὶ τῷ γένει ἡμῶν μὴ ἀπόλοιτο πᾶν, Ἑρμῆν πέμπει ἄγοντα εἰς ἀνθρώπους αἰδῶ τε καὶ

δίκην, ἵν' εἶεν πόλεων κόσμοι τε καὶ δεσμοὶ φιλίας συναγωγοί. Ἐρωτᾷ οὖν Ἑρμῆς Δία τίνα οὖν

τρόπον δοίη δίκην καὶ αἰδῶ ἀνθρώποις· "Πότερον ὡς αἱ τέχναι νενέμηνται, οὕτω καὶ ταύτας

νείμω; Νενέμηνται δὲ ὧδε· εἷς ἔχων ἰατρικὴν πολλοῖς ἱκανὸς ἰδιώταις, καὶ οἱ ἄλλοι δημιουργοί·

καὶ δίκην δὴ καὶ αἰδῶ οὕτω θῶ ἐν τοῖς ἀνθρώποις, ἢ ἐπὶ πάντας νείμω;· "Ἐπί πάντας, " ἔφη ὁ

Ζεύς, " καὶ πάντες μετεχόντων· οὐ γὰρ ἄν γένοιντο πόλεις, εἰ ὀλίγοι αὐτῶν μετέχοιεν ὥσπερ

ἄλλων τεχνῶν· καὶ νόμον γε θὲς παρ' ἐμοῦ τὸν μὴ δυνάμενον αἰδοῦς καί δίκης μετέχειν

κτείνειν ὡς νόσον πόλεως. " Οὕτω δή, ὦ Σώκρατες, καὶ διὰ ταῦτα οἵ τε ἄλλοι καὶ Ἀθηναῖοι,

ὅταν μὲν περὶ ἀρετῆς τεκτονικῆς ᾖ λόγος ἢ ἄλλης τινὸς δημιουργικῆς, ὀλίγοις οἴονται

μετεῖναι συμβουλῆς, καὶ ἐὰν τις ἐκτὸς ὢν τῶν ὀλίγων συμβουλεύῃ, οὐκ ἀνέχονται, ὡς σὺ φῄς -

εἰκότως, ὡς ἐγώ φημι - ὅταν δὲ εἰς συμβουλὴν πολιτικῆς ἀρετῆς ἴωσιν, ἣν δεῖ διὰ δικαιοσύνης

πᾶσαν ἰέναι καὶ σωφροσύνης, εἰκότως ἅπαντος ἀνδρὸς ἀνέχονται, ὡς παντὶ προσῆκον ταύτης

γε μετέχειν τῆς ἀρετῆς ἢ μὴ εἶναι πόλεις. Αὓτη, ὦ Σώκρατες, τούτου αἰτία.



6
    Το κείμενο προέρχεται από J. Burnet, Platonis opera, vol. 3. Oxford: Clarendon Press, 1903 (repr. 1968).

                                                            14

Contenu connexe

En vedette

αναλφαβητισμός
αναλφαβητισμόςαναλφαβητισμός
αναλφαβητισμόςgina zaza
 
Αναλφαβητισμός - Κείμενα
Αναλφαβητισμός - Κείμενα Αναλφαβητισμός - Κείμενα
Αναλφαβητισμός - Κείμενα drallis
 
Kavvadias afierwma Kathimerini
Kavvadias afierwma KathimeriniKavvadias afierwma Kathimerini
Kavvadias afierwma KathimeriniSpyros
 
Φύλλο Εργασίας Αρχές Φιλοσοφίας 2ο Κεφάλαιο
Φύλλο Εργασίας Αρχές Φιλοσοφίας 2ο ΚεφάλαιοΦύλλο Εργασίας Αρχές Φιλοσοφίας 2ο Κεφάλαιο
Φύλλο Εργασίας Αρχές Φιλοσοφίας 2ο ΚεφάλαιοAkis Ampelas
 
Ο αναλφαβητισμός
Ο αναλφαβητισμόςΟ αναλφαβητισμός
Ο αναλφαβητισμόςAkis Ampelas
 
Αναλφαβητισμός
ΑναλφαβητισμόςΑναλφαβητισμός
ΑναλφαβητισμόςΜaria Demirakou
 
Δημοσθένης "Περί Αλοννήσου" §§ 2 – 3
Δημοσθένης "Περί  Αλοννήσου" §§ 2 – 3Δημοσθένης "Περί  Αλοννήσου" §§ 2 – 3
Δημοσθένης "Περί Αλοννήσου" §§ 2 – 3Thanos Stavropoulos
 
έκθεση β΄ λυκείου
έκθεση β΄ λυκείουέκθεση β΄ λυκείου
έκθεση β΄ λυκείουcgialopsos
 

En vedette (8)

αναλφαβητισμός
αναλφαβητισμόςαναλφαβητισμός
αναλφαβητισμός
 
Αναλφαβητισμός - Κείμενα
Αναλφαβητισμός - Κείμενα Αναλφαβητισμός - Κείμενα
Αναλφαβητισμός - Κείμενα
 
Kavvadias afierwma Kathimerini
Kavvadias afierwma KathimeriniKavvadias afierwma Kathimerini
Kavvadias afierwma Kathimerini
 
Φύλλο Εργασίας Αρχές Φιλοσοφίας 2ο Κεφάλαιο
Φύλλο Εργασίας Αρχές Φιλοσοφίας 2ο ΚεφάλαιοΦύλλο Εργασίας Αρχές Φιλοσοφίας 2ο Κεφάλαιο
Φύλλο Εργασίας Αρχές Φιλοσοφίας 2ο Κεφάλαιο
 
Ο αναλφαβητισμός
Ο αναλφαβητισμόςΟ αναλφαβητισμός
Ο αναλφαβητισμός
 
Αναλφαβητισμός
ΑναλφαβητισμόςΑναλφαβητισμός
Αναλφαβητισμός
 
Δημοσθένης "Περί Αλοννήσου" §§ 2 – 3
Δημοσθένης "Περί  Αλοννήσου" §§ 2 – 3Δημοσθένης "Περί  Αλοννήσου" §§ 2 – 3
Δημοσθένης "Περί Αλοννήσου" §§ 2 – 3
 
έκθεση β΄ λυκείου
έκθεση β΄ λυκείουέκθεση β΄ λυκείου
έκθεση β΄ λυκείου
 

Similaire à Aνθολόγιο Κειμένων Ομίλου Αριστείας

Clasicos de bolsillo: Luciano 09
Clasicos de bolsillo: Luciano 09Clasicos de bolsillo: Luciano 09
Clasicos de bolsillo: Luciano 09Sito Yelas
 
φυλλο εργασιας ομαδα α΄ - Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗ
φυλλο εργασιας   ομαδα α΄ -  Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗφυλλο εργασιας   ομαδα α΄ -  Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗ
φυλλο εργασιας ομαδα α΄ - Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗEleni Kots
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 5
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 5Clasicos de bolsillo : Plutarco - Vidas paralelas 5
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 5Sito Yelas
 
Α ΛΥΚΕΙΟΥ, ΜΑΘΗΜΑ 20, Ο ΠΟΛΙΤΙΣΜΟΣ ΤΗΣ ΚΛΑΣΙΚΗΣ ΠΕΡΙΟΔΟΥ
Α ΛΥΚΕΙΟΥ, ΜΑΘΗΜΑ 20, Ο ΠΟΛΙΤΙΣΜΟΣ ΤΗΣ ΚΛΑΣΙΚΗΣ ΠΕΡΙΟΔΟΥΑ ΛΥΚΕΙΟΥ, ΜΑΘΗΜΑ 20, Ο ΠΟΛΙΤΙΣΜΟΣ ΤΗΣ ΚΛΑΣΙΚΗΣ ΠΕΡΙΟΔΟΥ
Α ΛΥΚΕΙΟΥ, ΜΑΘΗΜΑ 20, Ο ΠΟΛΙΤΙΣΜΟΣ ΤΗΣ ΚΛΑΣΙΚΗΣ ΠΕΡΙΟΔΟΥManolis Savorianakis
 
Οι νόμοι επισκέπτονται τον Σωκράτη.pptx
Οι νόμοι επισκέπτονται τον Σωκράτη.pptxΟι νόμοι επισκέπτονται τον Σωκράτη.pptx
Οι νόμοι επισκέπτονται τον Σωκράτη.pptxKaterinaSara
 
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ Μaria Demirakou
 
Iσοκρατους περι ειρηνης
Iσοκρατους περι ειρηνηςIσοκρατους περι ειρηνης
Iσοκρατους περι ειρηνηςthcaps
 
ισοκρατουσ περι ειρηνησ
ισοκρατουσ περι ειρηνησισοκρατουσ περι ειρηνησ
ισοκρατουσ περι ειρηνησalkanellou
 
διαγώνισμα αρχαίων.
διαγώνισμα αρχαίων.διαγώνισμα αρχαίων.
διαγώνισμα αρχαίων.Eutyxia Xrysoula
 
Λυσία Υπέρ Μαντιθέου, 9 - 11
Λυσία Υπέρ Μαντιθέου, 9 -  11Λυσία Υπέρ Μαντιθέου, 9 -  11
Λυσία Υπέρ Μαντιθέου, 9 - 11gina zaza
 
Clasicos de bolsillo: Jenofonte 3
Clasicos de bolsillo: Jenofonte 3Clasicos de bolsillo: Jenofonte 3
Clasicos de bolsillo: Jenofonte 3Sito Yelas
 
Aρχαία ελληνική γλώσσα -Γ΄Γυμνασίου Ppt
Aρχαία ελληνική γλώσσα -Γ΄Γυμνασίου  PptAρχαία ελληνική γλώσσα -Γ΄Γυμνασίου  Ppt
Aρχαία ελληνική γλώσσα -Γ΄Γυμνασίου Pptzonadi
 
κλασσική εποχή
κλασσική εποχήκλασσική εποχή
κλασσική εποχήminervadeaofr
 
Δειγματική διδασκαλία Αρχαίων Κατεύθυνσης Δημοσθένης "Ὑπἐρ Ῥοδίων ἐλευθερίας...
Δειγματική  διδασκαλία Αρχαίων Κατεύθυνσης Δημοσθένης "Ὑπἐρ Ῥοδίων ἐλευθερίας...Δειγματική  διδασκαλία Αρχαίων Κατεύθυνσης Δημοσθένης "Ὑπἐρ Ῥοδίων ἐλευθερίας...
Δειγματική διδασκαλία Αρχαίων Κατεύθυνσης Δημοσθένης "Ὑπἐρ Ῥοδίων ἐλευθερίας...Akis Ampelas
 
Αρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίου
Αρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίουΑρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίου
Αρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίουOlga Paizi
 
φύλλο εργασίας ομάδα β΄ - Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗ
φύλλο εργασίας   ομάδα β΄ -  Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗφύλλο εργασίας   ομάδα β΄ -  Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗ
φύλλο εργασίας ομάδα β΄ - Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗEleni Kots
 
φύλλο εργασίας ομάδα β΄ - Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗ
φύλλο εργασίας   ομάδα β΄ -  Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗφύλλο εργασίας   ομάδα β΄ -  Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗ
φύλλο εργασίας ομάδα β΄ - Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗEleni Kots
 
Κριτήρια Αξιολόγησης Αρχαίων Ελληνικών από Πρωτότυπο
Κριτήρια Αξιολόγησης Αρχαίων Ελληνικών από ΠρωτότυποΚριτήρια Αξιολόγησης Αρχαίων Ελληνικών από Πρωτότυπο
Κριτήρια Αξιολόγησης Αρχαίων Ελληνικών από ΠρωτότυποAkis Ampelas
 

Similaire à Aνθολόγιο Κειμένων Ομίλου Αριστείας (20)

Clasicos de bolsillo: Luciano 09
Clasicos de bolsillo: Luciano 09Clasicos de bolsillo: Luciano 09
Clasicos de bolsillo: Luciano 09
 
φυλλο εργασιας ομαδα α΄ - Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗ
φυλλο εργασιας   ομαδα α΄ -  Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗφυλλο εργασιας   ομαδα α΄ -  Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗ
φυλλο εργασιας ομαδα α΄ - Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗ
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 5
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 5Clasicos de bolsillo : Plutarco - Vidas paralelas 5
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 5
 
Α ΛΥΚΕΙΟΥ, ΜΑΘΗΜΑ 20, Ο ΠΟΛΙΤΙΣΜΟΣ ΤΗΣ ΚΛΑΣΙΚΗΣ ΠΕΡΙΟΔΟΥ
Α ΛΥΚΕΙΟΥ, ΜΑΘΗΜΑ 20, Ο ΠΟΛΙΤΙΣΜΟΣ ΤΗΣ ΚΛΑΣΙΚΗΣ ΠΕΡΙΟΔΟΥΑ ΛΥΚΕΙΟΥ, ΜΑΘΗΜΑ 20, Ο ΠΟΛΙΤΙΣΜΟΣ ΤΗΣ ΚΛΑΣΙΚΗΣ ΠΕΡΙΟΔΟΥ
Α ΛΥΚΕΙΟΥ, ΜΑΘΗΜΑ 20, Ο ΠΟΛΙΤΙΣΜΟΣ ΤΗΣ ΚΛΑΣΙΚΗΣ ΠΕΡΙΟΔΟΥ
 
Ισοκράτους,Περί Ειρήνης 3 - 5
Ισοκράτους,Περί Ειρήνης 3 - 5Ισοκράτους,Περί Ειρήνης 3 - 5
Ισοκράτους,Περί Ειρήνης 3 - 5
 
Οι νόμοι επισκέπτονται τον Σωκράτη.pptx
Οι νόμοι επισκέπτονται τον Σωκράτη.pptxΟι νόμοι επισκέπτονται τον Σωκράτη.pptx
Οι νόμοι επισκέπτονται τον Σωκράτη.pptx
 
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ
 
3.51 52
3.51 523.51 52
3.51 52
 
Iσοκρατους περι ειρηνης
Iσοκρατους περι ειρηνηςIσοκρατους περι ειρηνης
Iσοκρατους περι ειρηνης
 
ισοκρατουσ περι ειρηνησ
ισοκρατουσ περι ειρηνησισοκρατουσ περι ειρηνησ
ισοκρατουσ περι ειρηνησ
 
διαγώνισμα αρχαίων.
διαγώνισμα αρχαίων.διαγώνισμα αρχαίων.
διαγώνισμα αρχαίων.
 
Λυσία Υπέρ Μαντιθέου, 9 - 11
Λυσία Υπέρ Μαντιθέου, 9 -  11Λυσία Υπέρ Μαντιθέου, 9 -  11
Λυσία Υπέρ Μαντιθέου, 9 - 11
 
Clasicos de bolsillo: Jenofonte 3
Clasicos de bolsillo: Jenofonte 3Clasicos de bolsillo: Jenofonte 3
Clasicos de bolsillo: Jenofonte 3
 
Aρχαία ελληνική γλώσσα -Γ΄Γυμνασίου Ppt
Aρχαία ελληνική γλώσσα -Γ΄Γυμνασίου  PptAρχαία ελληνική γλώσσα -Γ΄Γυμνασίου  Ppt
Aρχαία ελληνική γλώσσα -Γ΄Γυμνασίου Ppt
 
κλασσική εποχή
κλασσική εποχήκλασσική εποχή
κλασσική εποχή
 
Δειγματική διδασκαλία Αρχαίων Κατεύθυνσης Δημοσθένης "Ὑπἐρ Ῥοδίων ἐλευθερίας...
Δειγματική  διδασκαλία Αρχαίων Κατεύθυνσης Δημοσθένης "Ὑπἐρ Ῥοδίων ἐλευθερίας...Δειγματική  διδασκαλία Αρχαίων Κατεύθυνσης Δημοσθένης "Ὑπἐρ Ῥοδίων ἐλευθερίας...
Δειγματική διδασκαλία Αρχαίων Κατεύθυνσης Δημοσθένης "Ὑπἐρ Ῥοδίων ἐλευθερίας...
 
Αρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίου
Αρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίουΑρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίου
Αρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίου
 
φύλλο εργασίας ομάδα β΄ - Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗ
φύλλο εργασίας   ομάδα β΄ -  Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗφύλλο εργασίας   ομάδα β΄ -  Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗ
φύλλο εργασίας ομάδα β΄ - Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗ
 
φύλλο εργασίας ομάδα β΄ - Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗ
φύλλο εργασίας   ομάδα β΄ -  Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗφύλλο εργασίας   ομάδα β΄ -  Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗ
φύλλο εργασίας ομάδα β΄ - Η ΤΥΡΑΝΝΙΑ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ Η ΔΙΚΗ ΤΟΥ ΘΗΡΑΜΕΝΗ
 
Κριτήρια Αξιολόγησης Αρχαίων Ελληνικών από Πρωτότυπο
Κριτήρια Αξιολόγησης Αρχαίων Ελληνικών από ΠρωτότυποΚριτήρια Αξιολόγησης Αρχαίων Ελληνικών από Πρωτότυπο
Κριτήρια Αξιολόγησης Αρχαίων Ελληνικών από Πρωτότυπο
 

Plus de Akis Ampelas

Ο Μικρασιατικός Πόλεμος
Ο Μικρασιατικός ΠόλεμοςΟ Μικρασιατικός Πόλεμος
Ο Μικρασιατικός ΠόλεμοςAkis Ampelas
 
Α΄ Παγκόσμιος Πόλεμος (1914-1918)
Α΄ Παγκόσμιος Πόλεμος (1914-1918)Α΄ Παγκόσμιος Πόλεμος (1914-1918)
Α΄ Παγκόσμιος Πόλεμος (1914-1918)Akis Ampelas
 
Από το κίνημα στο Γουδί (1909) στο τέλος των Βαλκανικών Πολέμων (1913)
Από το κίνημα στο Γουδί (1909) στο τέλος των Βαλκανικών Πολέμων (1913)Από το κίνημα στο Γουδί (1909) στο τέλος των Βαλκανικών Πολέμων (1913)
Από το κίνημα στο Γουδί (1909) στο τέλος των Βαλκανικών Πολέμων (1913)Akis Ampelas
 
Σύντομη επισκόπηση των γεγονότων της περιόδου 1833-1909
Σύντομη επισκόπηση των γεγονότων της περιόδου 1833-1909Σύντομη επισκόπηση των γεγονότων της περιόδου 1833-1909
Σύντομη επισκόπηση των γεγονότων της περιόδου 1833-1909Akis Ampelas
 
Κοινωνικές και πολιτικές διαστάσεις της βιομηχανικής επανάστασης
Κοινωνικές και πολιτικές διαστάσεις της βιομηχανικής επανάστασηςΚοινωνικές και πολιτικές διαστάσεις της βιομηχανικής επανάστασης
Κοινωνικές και πολιτικές διαστάσεις της βιομηχανικής επανάστασηςAkis Ampelas
 
Η Ωρίμανση της Βιομηχανικής Επανάστασης
Η Ωρίμανση της Βιομηχανικής ΕπανάστασηςΗ Ωρίμανση της Βιομηχανικής Επανάστασης
Η Ωρίμανση της Βιομηχανικής ΕπανάστασηςAkis Ampelas
 
Ελληνική Επανάσταση και Ευρώπη
Ελληνική Επανάσταση και ΕυρώπηΕλληνική Επανάσταση και Ευρώπη
Ελληνική Επανάσταση και ΕυρώπηAkis Ampelas
 
Πρώτες προσπάθειες των Ελλήνων για συγκρότηση κράτους
Πρώτες προσπάθειες των Ελλήνων για συγκρότηση κράτουςΠρώτες προσπάθειες των Ελλήνων για συγκρότηση κράτους
Πρώτες προσπάθειες των Ελλήνων για συγκρότηση κράτουςAkis Ampelas
 
Ο άνθρωπος ως πολίτης του κόσμου. Η άποψη των Στωικών
Ο άνθρωπος ως πολίτης του κόσμου. Η άποψη των ΣτωικώνΟ άνθρωπος ως πολίτης του κόσμου. Η άποψη των Στωικών
Ο άνθρωπος ως πολίτης του κόσμου. Η άποψη των ΣτωικώνAkis Ampelas
 
Η εξέλιξη της Ελληνικής Επανάστασης 1821-1827
Η εξέλιξη της Ελληνικής Επανάστασης 1821-1827Η εξέλιξη της Ελληνικής Επανάστασης 1821-1827
Η εξέλιξη της Ελληνικής Επανάστασης 1821-1827Akis Ampelas
 
Επισημάνσεις για τα Αρχαία Ελληνικά (Φάκελος Υλικού, Θ.Ε. 1,2,3)
Επισημάνσεις για τα Αρχαία Ελληνικά (Φάκελος Υλικού, Θ.Ε. 1,2,3)Επισημάνσεις για τα Αρχαία Ελληνικά (Φάκελος Υλικού, Θ.Ε. 1,2,3)
Επισημάνσεις για τα Αρχαία Ελληνικά (Φάκελος Υλικού, Θ.Ε. 1,2,3)Akis Ampelas
 
Ο Ελληνισμός από τα μέσα του 18ου αιώνα έως τις αρχές του 19ου αιώνα
Ο Ελληνισμός από τα μέσα του 18ου αιώνα έως τις αρχές του 19ου αιώναΟ Ελληνισμός από τα μέσα του 18ου αιώνα έως τις αρχές του 19ου αιώνα
Ο Ελληνισμός από τα μέσα του 18ου αιώνα έως τις αρχές του 19ου αιώναAkis Ampelas
 
Η Γαλλική Επανάσταση
Η Γαλλική ΕπανάστασηΗ Γαλλική Επανάσταση
Η Γαλλική ΕπανάστασηAkis Ampelas
 
Η Αμερικανική Επανάσταση
Η Αμερικανική Επανάσταση Η Αμερικανική Επανάσταση
Η Αμερικανική Επανάσταση Akis Ampelas
 
Η εποχή του Διαφωτισμού
Η εποχή του ΔιαφωτισμούΗ εποχή του Διαφωτισμού
Η εποχή του ΔιαφωτισμούAkis Ampelas
 
Η περίοδος της Αναγέννησης
Η περίοδος της ΑναγέννησηςΗ περίοδος της Αναγέννησης
Η περίοδος της ΑναγέννησηςAkis Ampelas
 
Από την Αναγέννηση στη Βιομηχανική Επανάσταση
Από την Αναγέννηση στη Βιομηχανική Επανάσταση Από την Αναγέννηση στη Βιομηχανική Επανάσταση
Από την Αναγέννηση στη Βιομηχανική Επανάσταση Akis Ampelas
 
ΕΝΔΕΙΚΤΙΚΑ ΚΡΙΤΗΡΙΑ ΣΥΝΕΞΕΤΑΣΗΣ Ν.ΓΛΩΣΣΑΣ ΚΑΙ Ν.ΛΟΓΟΤΕΧΝΙΑΣ ΓΙΑ ΓΕΛ
ΕΝΔΕΙΚΤΙΚΑ ΚΡΙΤΗΡΙΑ ΣΥΝΕΞΕΤΑΣΗΣ Ν.ΓΛΩΣΣΑΣ ΚΑΙ Ν.ΛΟΓΟΤΕΧΝΙΑΣ ΓΙΑ ΓΕΛΕΝΔΕΙΚΤΙΚΑ ΚΡΙΤΗΡΙΑ ΣΥΝΕΞΕΤΑΣΗΣ Ν.ΓΛΩΣΣΑΣ ΚΑΙ Ν.ΛΟΓΟΤΕΧΝΙΑΣ ΓΙΑ ΓΕΛ
ΕΝΔΕΙΚΤΙΚΑ ΚΡΙΤΗΡΙΑ ΣΥΝΕΞΕΤΑΣΗΣ Ν.ΓΛΩΣΣΑΣ ΚΑΙ Ν.ΛΟΓΟΤΕΧΝΙΑΣ ΓΙΑ ΓΕΛAkis Ampelas
 
ΘΕΜΑΤΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ
ΘΕΜΑΤΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝΘΕΜΑΤΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ
ΘΕΜΑΤΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝAkis Ampelas
 
Γιορτάζοντας τις Φυσικές Επιστήμες
Γιορτάζοντας τις Φυσικές ΕπιστήμεςΓιορτάζοντας τις Φυσικές Επιστήμες
Γιορτάζοντας τις Φυσικές ΕπιστήμεςAkis Ampelas
 

Plus de Akis Ampelas (20)

Ο Μικρασιατικός Πόλεμος
Ο Μικρασιατικός ΠόλεμοςΟ Μικρασιατικός Πόλεμος
Ο Μικρασιατικός Πόλεμος
 
Α΄ Παγκόσμιος Πόλεμος (1914-1918)
Α΄ Παγκόσμιος Πόλεμος (1914-1918)Α΄ Παγκόσμιος Πόλεμος (1914-1918)
Α΄ Παγκόσμιος Πόλεμος (1914-1918)
 
Από το κίνημα στο Γουδί (1909) στο τέλος των Βαλκανικών Πολέμων (1913)
Από το κίνημα στο Γουδί (1909) στο τέλος των Βαλκανικών Πολέμων (1913)Από το κίνημα στο Γουδί (1909) στο τέλος των Βαλκανικών Πολέμων (1913)
Από το κίνημα στο Γουδί (1909) στο τέλος των Βαλκανικών Πολέμων (1913)
 
Σύντομη επισκόπηση των γεγονότων της περιόδου 1833-1909
Σύντομη επισκόπηση των γεγονότων της περιόδου 1833-1909Σύντομη επισκόπηση των γεγονότων της περιόδου 1833-1909
Σύντομη επισκόπηση των γεγονότων της περιόδου 1833-1909
 
Κοινωνικές και πολιτικές διαστάσεις της βιομηχανικής επανάστασης
Κοινωνικές και πολιτικές διαστάσεις της βιομηχανικής επανάστασηςΚοινωνικές και πολιτικές διαστάσεις της βιομηχανικής επανάστασης
Κοινωνικές και πολιτικές διαστάσεις της βιομηχανικής επανάστασης
 
Η Ωρίμανση της Βιομηχανικής Επανάστασης
Η Ωρίμανση της Βιομηχανικής ΕπανάστασηςΗ Ωρίμανση της Βιομηχανικής Επανάστασης
Η Ωρίμανση της Βιομηχανικής Επανάστασης
 
Ελληνική Επανάσταση και Ευρώπη
Ελληνική Επανάσταση και ΕυρώπηΕλληνική Επανάσταση και Ευρώπη
Ελληνική Επανάσταση και Ευρώπη
 
Πρώτες προσπάθειες των Ελλήνων για συγκρότηση κράτους
Πρώτες προσπάθειες των Ελλήνων για συγκρότηση κράτουςΠρώτες προσπάθειες των Ελλήνων για συγκρότηση κράτους
Πρώτες προσπάθειες των Ελλήνων για συγκρότηση κράτους
 
Ο άνθρωπος ως πολίτης του κόσμου. Η άποψη των Στωικών
Ο άνθρωπος ως πολίτης του κόσμου. Η άποψη των ΣτωικώνΟ άνθρωπος ως πολίτης του κόσμου. Η άποψη των Στωικών
Ο άνθρωπος ως πολίτης του κόσμου. Η άποψη των Στωικών
 
Η εξέλιξη της Ελληνικής Επανάστασης 1821-1827
Η εξέλιξη της Ελληνικής Επανάστασης 1821-1827Η εξέλιξη της Ελληνικής Επανάστασης 1821-1827
Η εξέλιξη της Ελληνικής Επανάστασης 1821-1827
 
Επισημάνσεις για τα Αρχαία Ελληνικά (Φάκελος Υλικού, Θ.Ε. 1,2,3)
Επισημάνσεις για τα Αρχαία Ελληνικά (Φάκελος Υλικού, Θ.Ε. 1,2,3)Επισημάνσεις για τα Αρχαία Ελληνικά (Φάκελος Υλικού, Θ.Ε. 1,2,3)
Επισημάνσεις για τα Αρχαία Ελληνικά (Φάκελος Υλικού, Θ.Ε. 1,2,3)
 
Ο Ελληνισμός από τα μέσα του 18ου αιώνα έως τις αρχές του 19ου αιώνα
Ο Ελληνισμός από τα μέσα του 18ου αιώνα έως τις αρχές του 19ου αιώναΟ Ελληνισμός από τα μέσα του 18ου αιώνα έως τις αρχές του 19ου αιώνα
Ο Ελληνισμός από τα μέσα του 18ου αιώνα έως τις αρχές του 19ου αιώνα
 
Η Γαλλική Επανάσταση
Η Γαλλική ΕπανάστασηΗ Γαλλική Επανάσταση
Η Γαλλική Επανάσταση
 
Η Αμερικανική Επανάσταση
Η Αμερικανική Επανάσταση Η Αμερικανική Επανάσταση
Η Αμερικανική Επανάσταση
 
Η εποχή του Διαφωτισμού
Η εποχή του ΔιαφωτισμούΗ εποχή του Διαφωτισμού
Η εποχή του Διαφωτισμού
 
Η περίοδος της Αναγέννησης
Η περίοδος της ΑναγέννησηςΗ περίοδος της Αναγέννησης
Η περίοδος της Αναγέννησης
 
Από την Αναγέννηση στη Βιομηχανική Επανάσταση
Από την Αναγέννηση στη Βιομηχανική Επανάσταση Από την Αναγέννηση στη Βιομηχανική Επανάσταση
Από την Αναγέννηση στη Βιομηχανική Επανάσταση
 
ΕΝΔΕΙΚΤΙΚΑ ΚΡΙΤΗΡΙΑ ΣΥΝΕΞΕΤΑΣΗΣ Ν.ΓΛΩΣΣΑΣ ΚΑΙ Ν.ΛΟΓΟΤΕΧΝΙΑΣ ΓΙΑ ΓΕΛ
ΕΝΔΕΙΚΤΙΚΑ ΚΡΙΤΗΡΙΑ ΣΥΝΕΞΕΤΑΣΗΣ Ν.ΓΛΩΣΣΑΣ ΚΑΙ Ν.ΛΟΓΟΤΕΧΝΙΑΣ ΓΙΑ ΓΕΛΕΝΔΕΙΚΤΙΚΑ ΚΡΙΤΗΡΙΑ ΣΥΝΕΞΕΤΑΣΗΣ Ν.ΓΛΩΣΣΑΣ ΚΑΙ Ν.ΛΟΓΟΤΕΧΝΙΑΣ ΓΙΑ ΓΕΛ
ΕΝΔΕΙΚΤΙΚΑ ΚΡΙΤΗΡΙΑ ΣΥΝΕΞΕΤΑΣΗΣ Ν.ΓΛΩΣΣΑΣ ΚΑΙ Ν.ΛΟΓΟΤΕΧΝΙΑΣ ΓΙΑ ΓΕΛ
 
ΘΕΜΑΤΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ
ΘΕΜΑΤΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝΘΕΜΑΤΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ
ΘΕΜΑΤΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ
 
Γιορτάζοντας τις Φυσικές Επιστήμες
Γιορτάζοντας τις Φυσικές ΕπιστήμεςΓιορτάζοντας τις Φυσικές Επιστήμες
Γιορτάζοντας τις Φυσικές Επιστήμες
 

Dernier

Μαθητικές καταλήψεις
Μαθητικές                                  καταλήψειςΜαθητικές                                  καταλήψεις
Μαθητικές καταλήψειςDimitra Mylonaki
 
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 1ο
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ  ΜΕΡΟΣ 1ο ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ  ΜΕΡΟΣ 1ο
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 1ο Χρύσα Παπακωνσταντίνου
 
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2ο
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2οΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2ο
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2οΧρύσα Παπακωνσταντίνου
 
Μαθητικά συμβούλια .
Μαθητικά συμβούλια                                  .Μαθητικά συμβούλια                                  .
Μαθητικά συμβούλια .Dimitra Mylonaki
 
Σουρεαλιστικά ταξίδια μέσα από την τέχνη
Σουρεαλιστικά ταξίδια μέσα από την τέχνηΣουρεαλιστικά ταξίδια μέσα από την τέχνη
Σουρεαλιστικά ταξίδια μέσα από την τέχνηTheodora Chandrinou
 
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ 2008 ΓΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥΣ
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ 2008 ΓΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥΣΗ ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ 2008 ΓΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥΣ
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ 2008 ΓΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥΣΘεόδωρος Μαραγκούλας
 
5ο Κεφάλαιο - Το Λογισμικό του Υπολογιστή.pptx
5ο Κεφάλαιο - Το Λογισμικό του Υπολογιστή.pptx5ο Κεφάλαιο - Το Λογισμικό του Υπολογιστή.pptx
5ο Κεφάλαιο - Το Λογισμικό του Υπολογιστή.pptxAthina Tziaki
 
-Διψήφιοι αριθμοί-δεκαδες μονάδες-θέση ψηφίου Α- Β τάξη
-Διψήφιοι  αριθμοί-δεκαδες μονάδες-θέση ψηφίου Α- Β τάξη-Διψήφιοι  αριθμοί-δεκαδες μονάδες-θέση ψηφίου Α- Β τάξη
-Διψήφιοι αριθμοί-δεκαδες μονάδες-θέση ψηφίου Α- Β τάξηΟΛΓΑ ΤΣΕΧΕΛΙΔΟΥ
 

Dernier (10)

Μαθητικές καταλήψεις
Μαθητικές                                  καταλήψειςΜαθητικές                                  καταλήψεις
Μαθητικές καταλήψεις
 
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 1ο
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ  ΜΕΡΟΣ 1ο ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ  ΜΕΡΟΣ 1ο
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 1ο
 
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2ο
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2οΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2ο
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2ο
 
Μαθητικά συμβούλια .
Μαθητικά συμβούλια                                  .Μαθητικά συμβούλια                                  .
Μαθητικά συμβούλια .
 
Σεβασμός .
Σεβασμός                                   .Σεβασμός                                   .
Σεβασμός .
 
Σουρεαλιστικά ταξίδια μέσα από την τέχνη
Σουρεαλιστικά ταξίδια μέσα από την τέχνηΣουρεαλιστικά ταξίδια μέσα από την τέχνη
Σουρεαλιστικά ταξίδια μέσα από την τέχνη
 
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ 2008 ΓΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥΣ
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ 2008 ΓΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥΣΗ ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ 2008 ΓΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥΣ
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ 2008 ΓΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥΣ
 
5ο Κεφάλαιο - Το Λογισμικό του Υπολογιστή.pptx
5ο Κεφάλαιο - Το Λογισμικό του Υπολογιστή.pptx5ο Κεφάλαιο - Το Λογισμικό του Υπολογιστή.pptx
5ο Κεφάλαιο - Το Λογισμικό του Υπολογιστή.pptx
 
-Διψήφιοι αριθμοί-δεκαδες μονάδες-θέση ψηφίου Α- Β τάξη
-Διψήφιοι  αριθμοί-δεκαδες μονάδες-θέση ψηφίου Α- Β τάξη-Διψήφιοι  αριθμοί-δεκαδες μονάδες-θέση ψηφίου Α- Β τάξη
-Διψήφιοι αριθμοί-δεκαδες μονάδες-θέση ψηφίου Α- Β τάξη
 
ΙΣΤΟΡΙΑ Α΄ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΨΗ 2024
ΙΣΤΟΡΙΑ Α΄ΓΥΜΝΑΣΙΟΥ  : ΕΠΑΝΑΛΗΨΗ 2024ΙΣΤΟΡΙΑ Α΄ΓΥΜΝΑΣΙΟΥ  : ΕΠΑΝΑΛΗΨΗ 2024
ΙΣΤΟΡΙΑ Α΄ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΨΗ 2024
 

Aνθολόγιο Κειμένων Ομίλου Αριστείας

  • 1. «ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ» ΠΡΟΤΥΠΟ ΠΕΙΡΑΜΑΤΙΚΟ ΛΥΚΕΙΟ ΕΥΑΓΓΕΛΙΚΗΣ ΣΧΟΛΗΣ ΣΜΥΡΝΗΣ Ανθολόγιο αρχαιοελληνικών κειμένων πολιτικού στοχασμού Επιλογή – Επιμέλεια Κειμένων Δρ Ι.Π. Αμπελάς Φιλόλογος 1
  • 2. «ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ» Τα αποσπάσματα που ακολουθούν είναι ταξινομημένα κατά θεματικές ενότητες. Η ταξινόμηση έγινε με βάση το index από το βιβλίο του Ι. Παπαδημητρίου: «Αρίστη Πολιτεία, Ο πολιτικός στοχασμός στην Αρχαία Ελλάδα.» Αθήνα 1980. Οι εκδόσεις των κειμένων βασίζονται στις εξής ηλεκτρονικές διευθύνσεις: http://www.tlg.uci.edu/, www.perseus.tufts.edu, http://www.greek-language.gr/greekLang/ancient_greek/index.html. Aθήνα, Οκτώβριος 2012 2
  • 3. «ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ» Δίκαιο και Νόμος Ξενοφῶντος Ἀπομνημονεύματα Δ 4, 1-51 και 12-17 Τα Απομνημονεύματα Σωκράτους είναι το κύριο σωκρατικό έργο του Ξενοφώντα, στο οποίο, αξιοποιώντας τις προσωπικές του αναμνήσεις αλλά και πληροφορίες από διάφορα συγγράμματα, επιχειρεί να ανασκευάσει τις κατηγορίες και ενστάσεις ενάντια στη φιλοσοφία του και να παραθέσει μια σειρά από επεισόδια χαρακτηριστικά του βίου και του τρόπου σκέψης του Σωκράτη. Το κεφάλαιο αυτό είναι αφιερωμένο στις αντιλήψεις του Σωκράτη για το δίκαιο και την ανάγκη υπακοής στους νόμους. Ακολουθεί ένα μικρό απόσπασμα από τη συζήτησή του περί δικαίου με τον διάσημο σοφιστή Ιππία. Ἄλλὰ μὴν καὶ περὶ τοῦ δικαίου γε οὐκ ἀπεκρύπτετο ἣν εἶχε γνώμην, ἀλλὰ καὶ ἔργῳ ἀπεδείκνυτο, ἰδίᾳ τε πᾶσι νομίμως τε καὶ ὠφελίμως χρώμενος καὶ κοινῇ ἄρχουσί τε ἃ οἱ νόμοι προστάττοιεν πειθόμενος καὶ κατὰ πόλιν καὶ ἐν ταῖς στρατείαις οὕτως ὥστε διάδηλος εἶναι παρὰ τοὺς ἄλλους εὐτακτῶν, [2] καὶ ὅτε ἐν ταῖς ἐκκλησίαις ἐπιστάτης γενόμενος οὐκ ἐπέτρεψε τῷ δήμῳ παρὰ τοὺς νόμους ψηφίσασθαι, ἀλλὰ σὺν τοῖς νόμοις ἠναντιώθη τοιαύτῃ ὁρμῇ τοῦ δήμου ἣν οὐκ ἂν οἶμαι ἄλλον οὐδένα ἄνθρωπον ὑπομεῖναι· [3] καὶ ὅτε οἱ τριάκοντα προσέταττον αὐτῷ παρὰ τοὺς νόμους τι, οὐκ ἐπείθετο· τοῖς τε γὰρ νέοις ἀπαγορευόντων αὐτῶν μὴ διαλέγεσθαι καὶ προσταξάντων ἐκείνῳ τε καὶ ἄλλοις τισὶ τῶν πολιτῶν ἀγαγεῖν τινα ἐπὶ θανάτῳ, μόνος οὐκ ἐπείσθη, διὰ τὸ παρὰ τοὺς νόμους αὐτῷ προστάττεσθαι· [4] καὶ ὅτε τὴν ὑπὸ Μελήτου γραφὴν ἔφευγε, τῶν ἄλλων εἰωθότων ἐν τοῖς δικαστηρίοις πρὸς χάριν τε τοῖς δικασταῖς διαλέγεσθαι καὶ κολακεύειν καὶ δεῖσθαι παρὰ τοὺς νόμους, καὶ διὰ τὰ τοιαῦτα πολλῶν πολλάκις ὑπὸ τῶν δικαστῶν ἀφιεμένων, ἐκεῖνος οὐδὲν ἠθέλησε τῶν εἰωθότων ἐν τῷ δικαστηρίῳ παρὰ τοὺς νόμους ποιῆσαι, ἀλλὰ ῥᾳδίως ἂν ἀφεθεὶς ὑπὸ τῶν δικαστῶν, εἰ καὶ μετρίως τι τούτων ἐποίησε, προείλετο μᾶλλον τοῖς νόμοις ἐμμένων ἀποθανεῖν ἢ παρανομῶν ζῆν. [5] Καὶ ἔλεγε δὲ οὕτως καὶ πρὸς ἄλλους μὲν πολλάκις, οἶδα δέ ποτε αὐτὸν καὶ πρὸς Ἱππίαν τὸν Ἠλεῖον περὶ τοῦ δικαίου τοιάδε διαλεχθέντα. ------------------------------------------------------------------------ 1 Το κείμενο προέρχεται από Xenophontis opera omnia, vol. 2, 2nd edn. Oxford, Clarendon Press. 1921 (repr. 1971). 3
  • 4. «ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ» [12] Ἀλλ᾽ ᾤμην ἔγωγ᾽, ἔφη ὁ Σωκράτης, τὸ μὴ θέλειν ἀδικεῖν ἱκανὸν δικαιοσύνης ἐπίδειγμα εἶναι. Εἰ δέ σοι μὴ δοκεῖ, σκέψαι ἐὰν τόδε σοι μᾶλλον ἀρέσκῃ· φημὶ γὰρ ἐγὼ τὸ νόμιμον δίκαιον εἶναι. Ἆρα τὸ αὐτὸ λέγεις, ὦ Σώκρατες, νόμιμόν τε καὶ δίκαιον εἶναι; [13] Ἔγωγε, ἔφη. Οὐ γὰρ αἰσθάνομαί σου ὁποῖον νόμιμον ἢ ποῖον δίκαιον λέγεις. Νόμους δὲ πόλεως, ἔφη, γιγνώσκεις; Ἔγωγε, ἔφη. Καὶ τίνας τούτους νομίζεις; Ἅ οἱ πολῖται, ἔφη, συνθέμενοι ἅ τε δεῖ ποιεῖν καὶ ὧν ἀπέχεσθαι ἐγράψαντο. Οὐκοῦν, ἔφη, νόμιμος μὲν ἂν εἴη ὁ κατὰ ταῦτα πολιτευόμενος, ἄνομος δὲ ὁ ταῦτα παραβαίνων; Πάνυ μὲν οὖν, ἔφη. Οὐκοῦν καὶ δίκαια μὲν ἂν πράττοι ὁ τούτοις πειθόμενος, ἄδικα δ᾽ ὁ τούτοις ἀπειθῶν; Πάνυ μὲν οὖν. Οὐκοῦν ὁ μὲν τὰ δίκαια πράττων δίκαιος, ὁ δὲ τὰ ἄδικα ἄδικος; Πῶς γὰρ οὔ; Ὁ μὲν ἄρα νόμιμος δίκαιός ἐστιν, ὁ δὲ ἄνομος ἄδικος. [14] Καὶ ὁ Ἱππίας, Νόμους δ᾽, ἔφη, ὦ Σώκρατες, πῶς ἄν τις ἡγήσαιτο σπουδαῖον πρᾶγμα εἶναι ἢ τὸ πείθεσθαι αὐτοῖς, οὕς γε πολλάκις αὐτοὶ οἱ θέμενοι ἀποδοκιμάσαντες μετατίθενται; Καὶ γὰρ πόλεμον, ἔφη ὁ Σωκράτης, πολλάκις ἀράμεναι πόλεις πάλιν εἰρήνην ποιοῦνται. Καὶ μάλα, ἔφη. Διάφορον οὖν τι οἴει ποιεῖν, ἔφη, τοὺς τοῖς νόμοις πειθομένους φαυλίζων, ὅτι καταλυθεῖεν ἂν οἱ νόμοι, ἢ εἰ τοὺς ἐν τοῖς πολέμοις εὐτακτοῦντας ψέγοις, ὅτι γένοιτ᾽ ἂν εἰρήνη; ἢ καὶ τοὺς ἐν τοῖς πολέμοις ταῖς πατρίσι προθύμως βοηθοῦντας μέμφῃ; Μὰ Δί᾽ οὐκ ἔγωγ᾽, ἔφη. [15] Λυκοῦργον δὲ τὸν Λακεδαιμόνιον, ἔφη ὁ Σωκράτης, καταμεμάθηκας, ὅτι οὐδὲν ἂν διάφορον τῶν ἄλλων πόλεων τὴν Σπάρτην ἐποίησεν, εἰ μὴ τὸ πείθεσθαι τοῖς νόμοις μάλιστα ἐνειργάσατο αὐτῇ; τῶν δὲ ἀρχόντων ἐν ταῖς πόλεσιν οὐκ οἶσθα ὅτι, οἵτινες ἂν τοῖς πολίταις αἰτιώτατοι ὦσι τοῦ τοῖς νόμοις πείθεσθαι, οὗτοι ἄριστοί εἰσι, καὶ πόλις, ἐν ᾗ μάλιστα οἱ πολῖται τοῖς νόμοις πείθονται, ἐν εἰρήνῃ τε ἄριστα διάγει καὶ ἐν πολέμῳ ἀνυπόστατός ἐστιν; [16] Ἀλλὰ μὴν καὶ ὁμόνοιά γε μέγιστόν τε ἀγαθὸν δοκεῖ ταῖς πόλεσιν εἶναι καὶ πλειστάκις ἐν αὐταῖς αἵ τε γερουσίαι καὶ οἱ ἄριστοι ἄνδρες παρακελεύονται τοῖς πολίταις ὁμονοεῖν, καὶ πανταχοῦ ἐν τῇ Ἑλλάδι νόμος κεῖται τοὺς πολίτας ὀμνύναι ὁμονοήσειν, καὶ πανταχοῦ ὀμνύουσι τὸν ὅρκον τοῦτον· οἶμαι δ᾽ ἐγὼ ταῦτα γίγνεσθαι οὐχ ὅπως τοὺς αὐτοὺς χοροὺς κρίνωσιν οἱ πολῖται, οὐδ᾽ ὅπως τοὺς αὐτοὺς αὐλητὰς ἐπαινῶσιν, οὐδ᾽ ὅπως τοὺς αὐτοὺς ποιητὰς αἱρῶνται, οὐδ᾽ ἵνα τοῖς αὐτοῖς ἥδωνται, ἀλλ᾽ ἵνα τοῖς νόμοις πείθωνται. Τούτοις γὰρ τῶν πολιτῶν ἐμμενόντων, αἱ πόλεις ἰσχυρόταταί τε καὶ 4
  • 5. «ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ» εὐδαιμονέσταται γίγνονται· ἄνευ δὲ ὁμονοίας οὔτ᾽ ἂν πόλις εὖ πολιτευθείη οὔτ᾽ οἶκος καλῶς οἰκηθείη. [17] ἰδίᾳ δὲ πῶς μὲν ἄν τις ἧττον ὑπὸ πόλεως ζημιοῖτο, πῶς δ᾽ ἂν μᾶλλον τιμῷτο, ἢ εἰ τοῖς νόμοις πείθοιτο; Ibid. Δ 6, 5-6 [5] Ἀνθρώποις δὲ ἆρα ἔξεστιν ὃν ἄν τις τρόπον βούληται χρῆσθαι; Οὐκ ἀλλὰ καὶ περὶ τούτους [ὁ εἰδὼς] ἅ ἐστι νόμιμα καθ᾽ ἃ δεῖ πως ἀλλήλοις χρῆσθαι [, νόμιμος ἂν εἴη]. Οὐκοῦν οἱ κατὰ ταῦτα χρώμενοι ἀλλήλοις ὡς δεῖ χρῶνται; Πῶς γὰρ οὔ; οὐκοῦν οἵ γε ὡς δεῖ χρώμενοι καλῶς χρῶνται; Πάνυ μὲν οὖν, ἔφη. Οὐκοῦν οἵ γε τοῖς ἀνθρώποις καλῶς χρώμενοι καλῶς πράττουσι τὰ ἀνθρώπεια πράγματα; Εἰκός γ᾽, ἔφη. Οὐκοῦν οἱ τοῖς νόμοις πειθόμενοι δίκαια οὗτοι ποιοῦσι; [6] Πάνυ μὲν οὖν, ἔφη. Δίκαια δὲ ἔφη, οἶσθα ὁποῖα καλεῖται; Ἃ οἱ νόμοι κελεύουσιν, ἔφη. οἱ ἄρα ποιοῦντες ἃ οἱ νόμοι κελεύουσι δίκαιά τε ποιοῦσι καὶ ἃ δεῖ; Πῶς γὰρ οὔ; οὐκοῦν οἵ γε τὰ δίκαια ποιοῦντες δίκαιοί εἰσιν; Οἴομαι ἔγωγ᾽, ἔφη. Οἴει οὖν τινας πείθεσθαι τοῖς νόμοις μὴ εἰδότας ἃ οἱ νόμοι κελεύουσιν; Οὐκ ἔγωγ᾽, ἔφη. Εἰδότας δὲ ἃ δεῖ ποιεῖν οἴει τινὰς οἴεσθαι δεῖν μὴ ταῦτα ποιεῖν; Οὐκ οἶμαι, ἔφη. Οἶδας δέ τινας ἄλλα ποιοῦντας ἢ ἃ οἴονται δεῖν; Οὐκ ἔγωγ᾽, ἔφη. Οἱ ἄρα τὰ περὶ ἀνθρώπους νόμιμα εἰδότες οὗτοι τὰ δίκαια ποιοῦσι; Πάνυ μὲν οὖν, ἔφη. Οὐκοῦν οἵ γε τὰ δίκαια ποιοῦντες δίκαιοί εἰσι; Τίνες γὰρ ἄλλοι; ἔφη. Ὀρθῶς ἄν ποτε ἄρα ὁριζοίμεθα ὁριζόμενοι δικαίους εἶναι τοὺς εἰδότας τὰ περὶ ἀνθρώπους νόμιμα; Ἔμοιγε δοκεῖ, ἔφη. 5
  • 6. «ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ» Δίκαιες πράξεις και τιμωρίες Ἀριστοτέλους, Πολιτικὰ 1332a2 Ο Αριστοτέλης τελείωσε τα Ηθικά Νικομάχειά του δηλώνοντας ότι, προκειμένου να ολοκληρώσει τη φιλοσοφία του για τα ανθρώπινα, μετά την εξέταση των αρετών του ανθρώπου όφειλε να αναφερθεί στους νόμους και τα πολιτεύματα. Άλλωστε, η απόκτηση των αρετών, για τις οποίες έκανε λόγο στο έργο εκείνο, δεν αφορά αποκλειστικά το άτομο, αλλά κυρίως την πόλη στην οποία ζει. Ἐπεὶ δὲ τὸ προκείμενόν ἐστι τὴν ἀρίστην πολιτείαν ἰδεῖν, αὕτη δ᾽ [5] ἐστὶ καθ᾽ ἣν ἄριστ᾽ ἂν πολιτεύοιτο πόλις, ἄριστα δ᾽ ἂν πολιτεύοιτο καθ᾽ ἣν εὐδαιμονεῖν μάλιστα ἐνδέχεται τὴν πόλιν, δῆλον ὅτι τὴν εὐδαιμονίαν δεῖ, τί ἐστι, μὴ λανθάνειν. Φαμὲν δὲ (καὶ διωρίσμεθα ἐν τοῖς Ἠθικοῖς, εἴ τι τῶν λόγων ἐκείνων ὄφελος) ἐνέργειαν εἶναι καὶ χρῆσιν ἀρετῆς τελείαν, καὶ ταύτην [10] οὐκ ἐξ ὑποθέσεως ἀλλ᾽ ἁπλῶς. Λέγω δ᾽ ἐξ ὑποθέσεως τἀναγκαῖα, τὸ δ᾽ ἁπλῶς τὸ καλῶς· οἷον τὰ περὶ τὰς δικαίας πράξεις, αἱ <γὰρ> δίκαιαι τιμωρίαι καὶ κολάσεις ἀπ᾽ ἀρετῆς μέν εἰσιν, ἀναγκαῖαι δέ, καὶ τὸ καλῶς ἀναγκαίως ἔχουσιν (αἱρετώτερον μὲν γὰρ μηδενὸς δεῖσθαι τῶν τοιούτων [15] μήτε τὸν ἄνδρα μήτε τὴν πόλιν), αἱ δ᾽ ἐπὶ τὰς τιμὰς καὶ τὰς εὐπορίας ἁπλῶς εἰσι κάλλισται πράξεις. τὸ μὲν γὰρ ἕτερον κακοῦ τινὸς ἀναίρεσίς ἐστιν, αἱ τοιαῦται δὲ πράξεις τοὐναντίον· κατασκευαὶ γὰρ ἀγαθῶν εἰσι καὶ γεννήσεις. χρήσαιτο δ᾽ ἂν ὁ σπουδαῖος ἀνὴρ καὶ πενίᾳ καὶ νόσῳ καὶ [20] ταῖς ἄλλαις τύχαις ταῖς φαύλαις καλῶς· ἀλλὰ τὸ μακάριον ἐν τοῖς ἐναντίοις ἐστίν (καὶ γὰρ τοῦτο διώρισται κατὰ τοὺς ἠθικοὺς λόγους, ὅτι τοιοῦτός ἐστιν ὁ σπουδαῖος, ᾧ διὰ τὴν ἀρετὴν ἀγαθά ἐστι τὰ ἁπλῶς ἀγαθά, δῆλον δ᾽ ὅτι καὶ τὰς χρήσεις ἀναγκαῖον σπουδαίας καὶ καλὰς εἶναι ταύτας [25] ἁπλῶς)·διὸ καὶ νομίζουσιν ἄνθρωποι τῆς εὐδαιμονίας αἴτια τὰ ἐκτὸς εἶναι τῶν ἀγαθῶν, ὥσπερ εἰ τοῦ κιθαρίζειν λαμπρὸν καὶ καλῶς αἰτιῷντο τὴν λύραν μᾶλλον τῆς τέχνης. Ἀναγκαῖον τοίνυν ἐκ τῶν εἰρημένων τὰ μὲν ὑπάρχειν, τὰ δὲ παρασκευάσαι τὸν νομοθέτην. Διὸ κατατυχεῖν εὐχόμεθα [30] τῇ τῆς πόλεως συστάσει ὧν ἡ τύχη κυρία (κυρίαν γὰρ ὑπάρχειν τίθεμεν)· τὸ δὲ σπουδαίαν εἶναι τὴν πόλιν οὐκέτι τύχης ἔργον ἀλλ᾽ ἐπιστήμης καὶ προαιρέσεως. ἀλλὰ μὴν σπουδαία γε πόλις ἐστὶ τῷ τοὺς πολίτας τοὺς μετέχοντας τῆς 2 Το κείμενο προέρχεται από Aristotle. ed. W. D. Ross, Aristotle's Politica. Oxford, Clarendon Press. 1957. 6
  • 7. «ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ» πολιτείας εἶναι σπουδαίους· ἡμῖν δὲ πάντες οἱ πολῖται [35] μετέχουσι τῆς πολιτείας. Τοῦτ᾽ ἄρα σκεπτέον, πῶς ἀνὴρ γίνεται σπουδαῖος. Καὶ γὰρ εἰ πάντας ἐνδέχεται σπουδαίους εἶναι, μὴ καθ᾽ ἕκαστον δὲ τῶν πολιτῶν, οὕτως αἱρετώτερον· ἀκολουθεῖ γὰρ τῷ καθ᾽ ἕκαστον καὶ τὸ πάντας. ἀλλὰ μὴν ἀγαθοί γε καὶ σπουδαῖοι γίγνονται διὰ τριῶν. Τὰ τρία δὲ [40] ταῦτά ἐστι φύσις ἔθος λόγος. Καὶ γὰρ φῦναι δεῖ πρῶτον, οἷον ἄνθρωπον ἀλλὰ μὴ τῶν ἄλλων τι ζῴων· εἶτα καὶ ποιόν τινα τὸ σῶμα καὶ τὴν ψυχήν. Ἔνια δὲ οὐθὲν ὄφελος φῦναι· 7
  • 8. «ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ» Δίκαιο του Ισχυρότερου Δημόκριτος Fr. 267 Diels – Kranz (selectio) φύσει τὸ ἄρχειν οἰκήιον τῷ κρέσσονι. Θουκυδίδου, Ἱστορίαι Ε 86-1023 Η επίκληση του δικαίου του ισχυρού αποτέλεσε τον κύριο άξονα της επιχειρηματολογίας των αθηναίων απεσταλμένων στη Μήλο (βλ. και ΘΟΥΚ 5.84.1–5.86.1). Ο κυνισμός και οι απειλές τους, όμως, δεν κατόρθωσαν να κάμψουν την αποφασιστικότητα των Μηλίων για ουδετερότητα. Οἱ δὲ τῶν Μηλίων ξύνεδροι ἀπεκρίναντο «ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθ᾽ ἡσυχίαν ἀλλήλους οὐ ψέγεται, τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα διαφέροντα αὐτοῦ φαίνεται. ὁρῶμεν γὰρ αὐτούς τε κριτὰς ἥκοντας ὑμᾶς τῶν λεχθησομένων καὶ τὴν τελευτὴν ἐξ αὐτοῦ κατὰ τὸ εἰκὸς περιγενομένοις μὲν τῷ δικαίῳ καὶ δι᾽ αὐτὸ μὴ ἐνδοῦσι πόλεμον ἡμῖν φέρουσαν, πεισθεῖσι δὲ δουλείαν». ΑΘ. Εἰ μὲν τοίνυν ὑπονοίας τῶν μελλόντων λογιούμενοι ἢ ἄλλο τι ξυνήκετε ἢ ἐκ τῶν παρόντων καὶ ὧν ὁρᾶτε περὶ σωτηρίας βουλεύσοντες τῇ πόλει, παυοίμεθ᾽ ἄν· εἰ δ᾽ ἐπὶ τοῦτο, λέγοιμεν ἄν. ΜΗΛ. Εἰκὸς μὲν καὶ ξυγγνώμη ἐν τῷ τοιῷδε καθεστῶτας ἐπὶ πολλὰ καὶ λέγοντας καὶ δοκοῦντας τρέπεσθαι· ἡ μέντοι ξύνοδος καὶ περὶ σωτηρίας ἥδε πάρεστι, καὶ ὁ λόγος ᾧ προκαλεῖσθε τρόπῳ, εἰ δοκεῖ, γιγνέσθω. ΑΘ. Ἡμεῖς τοίνυν οὔτε αὐτοὶ μετ᾽ ὀνομάτων καλῶν, ὡς ἢ δικαίως τὸν Μῆδον καταλύσαντες ἄρχομεν ἢ ἀδικούμενοι νῦν ἐπεξερχόμεθα, λόγων μῆκος ἄπιστον παρέξομεν, οὔθ᾽ ὑμᾶς ἀξιοῦμεν ἢ ὅτι Λακεδαιμονίων ἄποικοι ὄντες οὐ ξυνεστρατεύσατε ἢ ὡς ἡμᾶς οὐδὲν ἠδικήκατε λέγοντας οἴεσθαι πείσειν, τὰ δυνατὰ δ᾽ ἐξ ὧν ἑκάτεροι ἀληθῶς φρονοῦμεν διαπράσσεσθαι, ἐπισταμένους πρὸς εἰδότας ὅτι δίκαια μὲν ἐν τῷ ἀνθρωπείῳ λόγῳ ἀπὸ τῆς ἴσης ἀνάγκης κρίνεται, δυνατὰ δὲ οἱ προύχοντες πράσσουσι καὶ οἱ ἀσθενεῖς ξυγχωροῦσιν. 3 Το κείμενο προέρχεται από Thucydides. Historiae in two volumes. Oxford, Oxford University Press. 1942. 8
  • 9. «ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ» ΜΗΛ. Ἧι μὲν δὴ νομίζομέν γε, χρήσιμον (ἀνάγκη γάρ, ἐπειδὴ ὑμεῖς οὕτω παρὰ τὸ δίκαιον τὸ ξυμφέρον λέγειν ὑπέθεσθε) μὴ καταλύειν ὑμᾶς τὸ κοινὸν ἀγαθόν, ἀλλὰ τῷ αἰεὶ ἐν κινδύνῳ γιγνομένῳ εἶναι τὰ εἰκότα καὶ δίκαια, καί τι καὶ ἐντὸς τοῦ ἀκριβοῦς πείσαντά τινα ὠφεληθῆναι. καὶ πρὸς ὑμῶν οὐχ ἧσσον τοῦτο, ὅσῳ καὶ ἐπὶ μεγίστῃ τιμωρίᾳ σφαλέντες ἂν τοῖς ἄλλοις παράδειγμα γένοισθε. ΑΘ. Ἡμεῖς δὲ τῆς ἡμετέρας ἀρχῆς, ἢν καὶ παυθῇ, οὐκ ἀθυμοῦμεν τὴν τελευτήν· οὐ γὰρ οἱ ἄρχοντες ἄλλων, ὥσπερ καὶ Λακεδαιμόνιοι, οὗτοι δεινοὶ τοῖς νικηθεῖσιν (ἔστι δὲ οὐ πρὸς Λακεδαιμονίους ἡμῖν ὁ ἀγών), ἀλλ᾽ ἢν οἱ ὑπήκοοί που τῶν ἀρξάντων αὐτοὶ ἐπιθέμενοι κρατήσωσιν. [2] Καὶ περὶ μὲν τούτου ἡμῖν ἀφείσθω κινδυνεύεσθαι· ὡς δὲ ἐπ᾽ ὠφελίᾳ τε πάρεσμεν τῆς ἡμετέρας ἀρχῆς καὶ ἐπὶ σωτηρίᾳ νῦν τοὺς λόγους ἐροῦμεν τῆς ὑμετέρας πόλεως, ταῦτα δηλώσομεν, βουλόμενοι ἀπόνως μὲν ὑμῶν ἄρξαι, χρησίμως δ᾽ ὑμᾶς ἀμφοτέροις σωθῆναι. ΜΗΛ. καὶ πῶς χρήσιμον ἂν ξυμβαίη ἡμῖν δουλεῦσαι, ὥσπερ καὶ ὑμῖν ἄρξαι; ΑΘ. Ὅτι ὑμῖν μὲν πρὸ τοῦ τὰ δεινότατα παθεῖν ὑπακοῦσαι ἂν γένοιτο, ἡμεῖς δὲ μὴ διαφθείραντες ὑμᾶς κερδαίνοιμεν ἄν. ΜΗΛ. Ὥστε [δὲ] ἡσυχίαν ἄγοντας ἡμᾶς φίλους μὲν εἶναι ἀντὶ πολεμίων, ξυμμάχους δὲ μηδετέρων, οὐκ ἂν δέξαισθε; ΑΘ. Οὐ γὰρ τοσοῦτον ἡμᾶς βλάπτει ἡ ἔχθρα ὑμῶν ὅσον ἡ φιλία μὲν ἀσθενείας, τὸ δὲ μῖσος δυνάμεως παράδειγμα τοῖς ἀρχομένοις δηλούμενον. ΜΗΛ. Σκοποῦσι δ᾽ ὑμῶν οὕτως οἱ ὑπήκοοι τὸ εἰκός, ὥστε τούς τε μὴ προσήκοντας καὶ ὅσοι ἄποικοι ὄντες οἱ πολλοὶ καὶ ἀποστάντες τινὲς κεχείρωνται ἐς τὸ αὐτὸ τιθέασιν; ΑΘ. Δικαιώματι γὰρ οὐδετέρους ἐλλείπειν ἡγοῦνται, κατὰ δύναμιν δὲ τοὺς μὲν περιγίγνεσθαι, ἡμᾶς δὲ φόβῳ οὐκ ἐπιέναι· ὥστε ἔξω καὶ τοῦ πλεόνων ἄρξαι καὶ τὸ ἀσφαλὲς ἡμῖν διὰ τὸ καταστραφῆναι ἂν παράσχοιτε, ἄλλως τε καὶ νησιῶται ναυκρατόρων καὶ ἀσθενέστεροι ἑτέρων ὄντες εἰ μὴ περιγένοισθε. ΜΗΛ. Ἐν δ᾽ ἐκείνῳ οὐ νομίζετε ἀσφάλειαν; Δεῖ γὰρ αὖ καὶ ἐνταῦθα, ὥσπερ ὑμεῖς τῶν δικαίων λόγων ἡμᾶς ἐκβιβάσαντες τῷ ὑμετέρῳ ξυμφόρῳ ὑπακούειν πείθετε, καὶ ἡμᾶς τὸ ἡμῖν 9
  • 10. «ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ» χρήσιμον διδάσκοντας, εἰ τυγχάνει καὶ ὑμῖν τὸ αὐτὸ ξυμβαῖνον, πειρᾶσθαι πείθειν. Ὅσοι γὰρ νῦν μηδετέροις ξυμμαχοῦσι, πῶς οὐ πολεμώσεσθε αὐτούς, ὅταν ἐς τάδε βλέψαντες ἡγήσωνταί ποτε ὑμᾶς καὶ ἐπὶ σφᾶς ἥξειν; Κἀν τούτῳ τί ἄλλο ἢ τοὺς μὲν ὑπάρχοντας πολεμίους μεγαλύνετε, τοὺς δὲ μηδὲ μελλήσαντας γενέσθαι ἄκοντας ἐπάγεσθε; ΑΘ. Οὐ γὰρ νομίζομεν ἡμῖν τούτους δεινοτέρους ὅσοι ἠπειρῶταί που ὄντες τῷ ἐλευθέρῳ πολλὴν τὴν διαμέλλησιν τῆς πρὸς ἡμᾶς φυλακῆς ποιήσονται, ἀλλὰ τοὺς νησιώτας τέ που ἀνάρκτους, ὥσπερ ὑμᾶς, καὶ τοὺς ἤδη τῆς ἀρχῆς τῷ ἀναγκαίῳ παροξυνομένους. Οὗτοι γὰρ πλεῖστ᾽ ἂν τῷ ἀλογίστῳ ἐπιτρέψαντες σφᾶς τε αὐτοὺς καὶ ἡμᾶς ἐς προῦπτον κίνδυνον καταστήσειαν. ΜΗΛ. Ἦ που ἄρα, εἰ τοσαύτην γε ὑμεῖς τε μὴ παυθῆναι ἀρχῆς καὶ οἱ δουλεύοντες ἤδη ἀπαλλαγῆναι τὴν παρακινδύνευσιν ποιοῦνται, ἡμῖν γε τοῖς ἔτι ἐλευθέροις πολλὴ κακότης καὶ δειλία μὴ πᾶν πρὸ τοῦ δουλεῦσαι ἐπεξελθεῖν. ΑΘ. Οὔκ, ἤν γε σωφρόνως βουλεύησθε· οὐ γὰρ περὶ ἀνδραγαθίας ὁ ἀγὼν ἀπὸ τοῦ ἴσου ὑμῖν, μὴ αἰσχύνην ὀφλεῖν, περὶ δὲ σωτηρίας μᾶλλον ἡ βουλή, πρὸς τοὺς κρείσσονας πολλῷ μὴ ἀνθίστασθαι. ΜΗΛ. Ἀλλ᾽ ἐπιστάμεθα τὰ τῶν πολέμων ἔστιν ὅτε κοινοτέρας τὰς τύχας λαμβάνοντα ἢ κατὰ τὸ διαφέρον ἑκατέρων πλῆθος· καὶ ἡμῖν τὸ μὲν εἶξαι εὐθὺς ἀνέλπιστον, μετὰ δὲ τοῦ δρωμένου ἔτι καὶ στῆναι ἐλπὶς ὀρθῶς. 10
  • 11. «ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ» Δίκαιο και Ισότητα Πλάτων Γοργίας 483d κε4. Ο Καλλικλής επικρίνει τον Σωκράτη για τη χρήση δημαγωγικών πρακτικών – Η θέση του: ο νόμος εξυπηρετεί τα συμφέροντα των πολλών και αδύναμων. Ειδικότερα, ο Σωκράτης ανάγκασε τον Πώλο (βλ. σχετικά ΠΛ Γοργ 471d– 472d ) να παραδεχτεί ότι είναι αδύνατο κάποιος που αδικεί ατιμώρητος να είναι ευτυχισμένος, απέδειξε, επομένως, ότι η ρητορική είναι άχρηστη, καθώς δεν έχει νόημα να προσπαθεί κάποιος μέσω αυτής να αποφύγει την απαλλαγή του από το δικαστήριο για τα αδικήματά του. Τότε στη συζήτηση παρεμβαίνει ο Καλλικλής. Στο τρίτο μέρος του διαλόγου αυτού συζητούν ο Καλλικλής και ο Σωκράτης. Ο πρώτος επιχειρηματολόγησε υπέρ του φυσικού δικαίου, το οποίο ταύτισε με το "δίκαιο του ισχυροτέρου". [483d] Ἡ δε γε οἶμαι φύσις αὐτὴ ἀποφαίνει αὐτό, ὅτι δίκαιόν ἐστιν τὸν ἀμείνω τοῦ χείρονος πλέον ἔχειν καὶ τὸν δυνατώτερον τοῦ ἀδυνατωτέρου. Δηλοῖ δὲ ταῦτα πολλαχοῦ ὅτι οὕτως ἔχει, καὶ ἐν τοῖς ἄλλοις ζῴοις καὶ τῶν ἀνθρώπων ἐν ὅλαις ταῖς πόλεσι καὶ τοῖς γένεσιν, ὅτι οὕτω τὸ δίκαιον κέκριται, τὸν κρείττω τοῦ ἥττονος ἄρχειν καὶ πλέον ἔχειν. ἐπεὶ ποίῳ δικαίῳ χρώμενος Ξέρξης ἐπὶ τὴν Ἑλλάδα ἐστράτευσεν ἢ ὁ πατὴρ αὐτοῦ ἐπὶ Σκύθας; ἢ [483e] ἄλλα μυρία ἄν τις ἔχοι τοιαῦτα λέγειν. ἀλλ᾽ οἶμαι οὗτοι κατὰ φύσιν τὴν τοῦ δικαίου ταῦτα πράττουσιν, καὶ ναὶ μὰ Δία κατὰ νόμον γε τὸν τῆς φύσεως, οὐ μέντοι ἴσως κατὰ τοῦτον ὃν ἡμεῖς τιθέμεθα· πλάττοντες τοὺς βελτίστους καὶ ἐρρωμενεστάτους ἡμῶν αὐτῶν, ἐκ νέων λαμβάνοντες, ὥσπερ λέοντας, κατεπᾴδοντές τε καὶ γοητεύοντες καταδουλούμεθα [484a] λέγοντες ὡς τὸ ἴσον χρὴ ἔχειν καὶ τοῦτό ἐστιν τὸ καλὸν καὶ τὸ δίκαιον. ἐὰν δέ γε οἶμαι φύσιν ἱκανὴν γένηται ἔχων ἀνήρ, πάντα ταῦτα ἀποσεισάμενος καὶ διαρρήξας καὶ διαφυγών, καταπατήσας τὰ ἡμέτερα γράμματα καὶ μαγγανεύματα καὶ ἐπῳδὰς καὶ νόμους τοὺς παρὰ φύσιν ἅπαντας, ἐπαναστὰς ἀνεφάνη δεσπότης ἡμέτερος ὁ δοῦλος, καὶ ἐνταῦθα [484b] ἐξέλαμψεν τὸ τῆς φύσεως δίκαιον. 4 Το κείμενο προέρχεται από Plato. Platonis Opera, ed. John Burnet. Oxford University Press. 1903. 11
  • 12. «ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ» Ἀριστοτέλους Πολιτικὰ 1317b5 Ὑπόθεσις μὲν οὖν τῆς δημοκρατικῆς πολιτείας ἐλευθερία (τοῦτο γὰρ λέγειν εἰώθασιν, ὡς ἐν μόνῃ τῇ πολιτείᾳ (1317b) ταύτῃ μετέχοντας ἐλευθερίας· τούτου γὰρ στοχάζεσθαί φασι πᾶσαν δημοκρατίαν)· ἐλευθερίας δὲ ἓν μὲν τὸ ἐν μέρει ἄρχεσθαι καὶ ἄρχειν. Καὶ γὰρ τὸ δίκαιον τὸ δημοτικὸν τὸ ἴσον ἔχειν ἐστὶ κατὰ ἀριθμὸν ἀλλὰ μὴ κατ’ ἀξίαν, τούτου δ’ ὄντος τοῦ δικαίου τὸ πλῆθος ἀναγκαῖον εἶναι κύριον, καὶ ὅ τι ἂν δόξῃ τοῖς πλείοσι, τοῦτ’ εἶναι τέλος καὶ τοῦτ’ εἶναι τὸ δίκαιον· φασὶ γὰρ δεῖν ἴσον ἔχειν ἕκαστον τῶν πολιτῶν· Ὥστε ἐν ταῖς δημοκρατίαις συμβαίνει κυριωτέρους εἶναι τοὺς ἀπόρους τῶν εὐπόρων· πλείους γάρ εἰσι, κύριον δὲ τὸ τοῖς πλείοσι δόξαν. Ἕν μὲν οὖν τῆς ἐλευθερίας σημεῖον τοῦτο, ὃν τίθενται πάντες οἱ δημοτικοὶ τῆς πολιτείας ὅρον· ἓν δὲ τὸ ζῆν ὡς βούλεταί τις. Τοῦτο γὰρ τῆς ἐλευθερίας ἔργον εἶναί φασιν, εἴπερ τοῦ δουλεύοντος τὸ ζῆν μὴ ὡς βούλεται. Τῆς μὲν οὖν δημοκρατίας ὅρος οὗτος δεύτερος· ἐντεῦθεν δ’ ἐλήλυθε τὸ μὴ ἄρχεσθαι, μάλιστα μὲν ὑπὸ μηθενός, εἰ δὲ μή, κατὰ μέρος, καὶ συμβάλλεται ταύτῃ πρὸς τὴν ἐλευθε μή, κατὰ μέρος, καὶ συμβάλλεται ταύτῃ πρὸς τὴν ἐλευθερίαν τὴν κατὰ τὸ ἴσον. Τούτων δ’ ὑποκειμένων καὶ τοιαύτης οὔσης τῆς ἀρχῆς τὰ τοιαῦτα δημοτικά· τὸ αἱρεῖσθαι τὰς ἀρχὰς πάντας ἐκ πάντων, τὸ ἄρχειν πάντας μὲν ἑκάστου ἕκαστον δ’ ἐν μέρει πάντων, τὸ κληρωτὰς εἶναι τὰς ἀρχὰς ἢ πάσας ἢ ὅσαι μὴ ἐμπειρίας δέονται καὶ τέχνης, τὸ μὴ ἀπὸ τιμήματος μηθενὸς εἶναι τὰς ἀρχὰς ἢ ὅτι μικροτάτου, τὸ μὴ δὶς τὸν αὐτὸν ἄρχειν μηδεμίαν ἢ ὀλιγάκις ἢ ὀλίγας ἔξω τῶν κατὰ πόλεμον, τὸ ὀλιγοχρονίους εἶναι τὰς ἀρχὰς ἢ πάσας ἢ ὅσας ἐνδέχεται, τὸ δικάζειν πάντας καὶ ἐκ πάντων καὶ περὶ πάντων, ἢ περὶ τῶν πλείστων καὶ τῶν μεγίστων καὶ τῶν κυριωτάτων, οἷον περὶ εὐθυνῶν καὶ πολιτείας καὶ τῶν ἰδίων συναλλαγμάτων, τὸ τὴν ἐκκλησίαν κυρίαν εἶναι πάντων ἢ τῶν μεγίστων, ἀρχὴν δὲ μηδεμίαν μηθενὸς ἢ ὅτι ὀλιγίστων κυρίαν (τῶν δ’ ἀρχῶν δημοτικώτατον βουλή, ὅπου μὴ μισθοῦ εὐπορία πᾶσιν· ἐνταῦθα γὰρ ἀφαιροῦνται καὶ ταύτης τῆς ἀρχῆς τὴν δύναμιν· εἰς αὑτὸν γὰρ ἀνάγει τὰς κρίσεις πάσας ὁ δῆμος εὐπορῶν μισθοῦ, καθάπερ εἴρηται πρότερον ἐν τῇ μεθόδῳ τῇ πρὸ ταύτης), ἔπειτα τὸ μισθοφορεῖν μάλιστα μὲν πάντας, ἐκκλησίαν δικαστήρια ἀρχάς, εἰ δὲ μή, τὰς ἀρχὰς καὶ τὰ δικαστήρια καὶ <τὴν> βουλὴν καὶ τὰς ἐκκλησίας τὰς κυρίας, 5 Το κείμενο προέρχεται από W.D. Ross, Aristotelis politica. Oxford: Clarendon Press, 1957 (repr. 1964). 12
  • 13. «ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ» ἢ τῶν ἀρχῶν ἃς ἀνάγκη συσσιτεῖν μετ’ ἀλλήλων. Ἔτι ἐπειδὴ ὀλιγαρχία καὶ γένει καὶ πλούτῳ καὶ παιδείᾳ ὁρίζεται, τὰ δημοτικὰ δοκεῖ τἀναντία τούτων εἶναι, ἀγένεια πενία βαναυσία· ἔτι δὲ τῶν ἀρχῶν τὸ μηδεμίαν ἀίδιον εἶναι, (1318a.) ἐὰν δέ τις καταλειφθῇ ἐξ ἀρχαίας μεταβολῆς, τό γε περιαιρεῖσθαι τὴν δύναμιν αὐτῆς καὶ ἐξ αἱρετῶν κληρωτοὺς ποιεῖν. Τὰ μὲν οὖν κοινὰ ταῖς δημοκρατίαις ταῦτ’ ἐστί· συμβαίνει δ’ ἐκ τοῦ δικαίου τοῦ ὁμολογουμένου εἶναι δημοκρατικοῦ βαίνει δ’ ἐκ τοῦ δικαίου τοῦ ὁμολογουμένου εἶναι δημοκρατικοῦ (τοῦτο δ’ ἐστὶ τὸ ἴσον ἔχειν ἅπαντας κατ’ ἀριθμόν) ἡ μάλιστ’ εἶναι δοκοῦσα δημοκρατία καὶ δῆμος. Ἴσον γὰρ τὸ μηθὲν μᾶλλον ἄρχειν τοὺς ἀπόρους ἢ τοὺς εὐπόρους, μηδὲ κυρίους εἶναι μόνους ἀλλὰ πάντας ἐξ ἴσου κατ’ ἀριθμόν· οὕτω γὰρ ἂν ὑπάρχειν νομίζοιεν τήν τ’ ἰσότητα τῇ πολιτείᾳ καὶ τὴν ἐλευθερίαν. Ο Δίκαιος είναι ανώτερος χρημάτων Δημόκριτος Fr. 50 Diels – Kranz (selectio) Ὁ χρημάτων παντελῶς ἥσσων οὐκ ἄν ποτε εἴη δίκαιος. 13
  • 14. «ΑΝΑΖΗΤΩΝΤΑΣ ΤΗΝ ΑΡΙΣΤΗΝ ΠΟΛΙΤΕΙΑΝ» Δίκη και αιδώς Πρωταγόρας, 320c – 323a6 Ἐπειδὴ δὲ ὁ ἄνθρωπος θείας μετέσχε μοίρας, πρῶτον μὲν διὰ τὴν τοῦ θεοῦ συγγένειαν ζῴων μόνον θεούς ἐνόμισεν, καὶ ἐπεχείρει βωμούς τε ἱδρύεσθαι καὶ ἀγάλματα θεῶν· ἔπειτα φωνὴν καὶ ὀνόματα ταχὺ διηρθρώσατο τῇ τέχνῃ, καὶ οἰκήσεις καὶ ἐσθῆτας καὶ ὑποδέσεις καὶ στρωμνὰς καὶ τὰς ἐκ γῆς τροφὰς ηὕρετο. Οὕτω δὴ παρεσκευασμένοι κατ' ἀρχὰς ἄνθρωποι ᾤκουν σποράδην, πόλεις δέ οὐκ ἦσαν· ἀπώλλυντο οὖν ὑπὸ τῶν θηρίων διὰ τὸ πανταχῇ αὐτῶν ἀσθενέστεροι εἶναι, καὶ ἡ δημιουργικὴ τέχνη αὐτοῖς πρὸς μὲν τροφὴν ἱκανὴ βοηθὸς ἦν, πρὸς δὲ τὸν τῶν θηρίων πόλεμον ἐνδεής - πολιτικὴν γὰρ τέχνην οὔπω εἶχον, ἧς μέρος πολεμική - ἐζήτουν δὴ ἁθροίζεσθαι καὶ σῴζεσθαι κτίζοντες πόλεις· ὅτ' οὖν ἁθροισθεῖεν, ἠδίκουν ἀλλήλους ἅτε οὐκ ἔχοντες τὴν πολιτικὴν τέχνην, ὥστε πάλιν σκεδαννύμενοι διεφθείροντο. Ζεὺς οὖν δείσας περὶ τῷ γένει ἡμῶν μὴ ἀπόλοιτο πᾶν, Ἑρμῆν πέμπει ἄγοντα εἰς ἀνθρώπους αἰδῶ τε καὶ δίκην, ἵν' εἶεν πόλεων κόσμοι τε καὶ δεσμοὶ φιλίας συναγωγοί. Ἐρωτᾷ οὖν Ἑρμῆς Δία τίνα οὖν τρόπον δοίη δίκην καὶ αἰδῶ ἀνθρώποις· "Πότερον ὡς αἱ τέχναι νενέμηνται, οὕτω καὶ ταύτας νείμω; Νενέμηνται δὲ ὧδε· εἷς ἔχων ἰατρικὴν πολλοῖς ἱκανὸς ἰδιώταις, καὶ οἱ ἄλλοι δημιουργοί· καὶ δίκην δὴ καὶ αἰδῶ οὕτω θῶ ἐν τοῖς ἀνθρώποις, ἢ ἐπὶ πάντας νείμω;· "Ἐπί πάντας, " ἔφη ὁ Ζεύς, " καὶ πάντες μετεχόντων· οὐ γὰρ ἄν γένοιντο πόλεις, εἰ ὀλίγοι αὐτῶν μετέχοιεν ὥσπερ ἄλλων τεχνῶν· καὶ νόμον γε θὲς παρ' ἐμοῦ τὸν μὴ δυνάμενον αἰδοῦς καί δίκης μετέχειν κτείνειν ὡς νόσον πόλεως. " Οὕτω δή, ὦ Σώκρατες, καὶ διὰ ταῦτα οἵ τε ἄλλοι καὶ Ἀθηναῖοι, ὅταν μὲν περὶ ἀρετῆς τεκτονικῆς ᾖ λόγος ἢ ἄλλης τινὸς δημιουργικῆς, ὀλίγοις οἴονται μετεῖναι συμβουλῆς, καὶ ἐὰν τις ἐκτὸς ὢν τῶν ὀλίγων συμβουλεύῃ, οὐκ ἀνέχονται, ὡς σὺ φῄς - εἰκότως, ὡς ἐγώ φημι - ὅταν δὲ εἰς συμβουλὴν πολιτικῆς ἀρετῆς ἴωσιν, ἣν δεῖ διὰ δικαιοσύνης πᾶσαν ἰέναι καὶ σωφροσύνης, εἰκότως ἅπαντος ἀνδρὸς ἀνέχονται, ὡς παντὶ προσῆκον ταύτης γε μετέχειν τῆς ἀρετῆς ἢ μὴ εἶναι πόλεις. Αὓτη, ὦ Σώκρατες, τούτου αἰτία. 6 Το κείμενο προέρχεται από J. Burnet, Platonis opera, vol. 3. Oxford: Clarendon Press, 1903 (repr. 1968). 14