Contenu connexe
Similaire à Griego I (20)
Plus de Juanma Baco Morgado
Plus de Juanma Baco Morgado (20)
Griego I
- 2. 2
TEXTOS GRIEGOS I
ΠΑΝ· Χαίρετε, ὦ ἄνθρωποι! Εγὼ εἰμὶ θεός, οὐ ἄνθρωπος· εἰμὶ
γὰρ ἀθάνατος. Ἐγὼ οἰκῶ ἐν τοῖς ἀγροῖς· εἰμὶ γὰρ ἄγριος θεός.
Ἀλλὰ ἐρωτᾶτε τίς εἰμὶ ἐγώ. Λέγω δή. Ἐγὼ εἰμὶ τέκνον Ἑρμοῦ.
Ἑρμῆς ἐστὶν ὁ πατήρ ἐμοῦ. Οὗτος ἐστὶν ὁ ἄγγελος τῶν θεῶν.
Ὀνομάζουσιν ἐμέ Πᾶνα, καὶ εἰμὶ θεὸς τῶν ἀγρῶν. Πολλοὶ
- 3. 3
ἄνθρωποι ἐμὲ φιλοῦσιν, καὶ ἐγὼ αὐτοὺς φιλῶ. Μάλιστα φιλῶ τὰς
παρθένους. Ἀλλὰ αὗται οὐ φιλοῦσιν ἐμέ. Αἱ παρθένοι ἔχουσι
φόβον ἐμοῦ. Οὐ γιγνώσκω τί. ῾Υμεὶς γιγνώσκετε τί; Ἐγὼ ἀγαθὸς
θεὸς εἰμί… καὶ καλός…
Οὕτως ἐγὼ οὐκ ἔχω τέκνα. Ἀδελφοὺς δὲ ἔχω πολλούς· καὶ γὰρ ὁ
πατὴρ ἐμοῦ, Ἑρμῆς, ἔχει πολλὰ τέκνα. Ἀλλὰ ἐγὼ τέκνον οὐκ
ἔχω… χαλεπὸς βίος!
- 4. 4
Ἐγὼ εἰμὶ θεὸς τῶν ἀγρῶν καὶ οἰκῶ ἐν τοῖς ἀγροῖς, ἀλλὰ ὁ πατὴρ
ἐμοῦ οἰκεῖ ἐν τῶι Ὄλυμπωι. Ἔνθα ἄρχει Ζεύς, ὁ πατὴρ τῶν
παντῶν θεῶν. Ἐν τῶι Ὄλυμπωι οἰκοῦσιν οἱ Ὀλυμπικοὶ θεοί, οἳ
εἰσὶν δὸδεκα. Ὁ πατὴρ οὖν ἐμοῦ, Ἑρμῆς, Ὀλυμπικὸς θεός ἐστιν,
ἐγὼ δὲ οὐ. Ἀλλὰ οὖν πάντες οἱ θεοὶ ἐσμὲν ἀθάνατοι· ὁ βίος γὰρ
ἡμῶν τελευτὴν οὐκ ἔχει.
- 5. 5
Ἀλλὰ τί; ἐρωτᾶτε τίς ἐστιν ὁ Ὄλυμπος; Οὐ γιγνώσκετε τίς ἐστιν ὁ
Ὄλυμπος; Ὁ Ὄλυμπος ἐστὶ τόπος ἐν ὧι οἰκοῦσιν οἱ Ὀλυμπικοὶ
θεοί. Οὗτοι δόδεκα εἰσίν. Ὁ Ὄλυμπος ἐστὶν ἀκρὸς τόπος ἐν ὧι
ἄρχει Ζεύς.
Ζεὺς μὲν φοβερὸς θεός, πολὺ δὲ δίκαιος ἐστίν. Πάντες οἱ
ἄνθρωποι αὐτὸν φιλοῦσι, καὶ Ζεὺς καὶ αὐτοὺς φιλεῖ. Ὅδε ἔχει
- 6. 6
ἀδελφοὺς δύο καὶ ἀδελφὰς τρεῖς. Οἱ ἀδελφοὶ μὲν αὐτοὺ εἰσὶ
Ποσειδῶν καὶ Αἵδης, αἱ ἀδελφαὶ δὲ Ἥρα, Δημήτηρ καὶ Ἑστία.
Καὶ ἐρωτᾶτε τὶ Ζεὺς ἄρχει ἐν τῶι Ὄλυμπωι; Λέγω δή. Ὁ πατήρ
αὐτοῦ ἐστι Χρόνος, χαλεπὸς καὶ κακὸς θεός· καταπίνει γὰρ τὰ
τέκνα… Ζεὺς δὲ αὐτὸν νικᾶι. Ἀλλὰ οὖν οὗτος ἐστὶν ἄλλος μύθος.
- 7. 7
Καὶ τὶ ἐγὼ λέγω ταῦτα; Λέγω οὕτως, ἐπειδὴ ὑμεῖς οὔτε Ἑλληνικοὶ
ἄνθρωποι ἐστέ, οὔτε γιγνώσκετε τοὺς Ἑλληνικοὺς θεούς… οὔτε
τοὺς Ἐλληνικοὺς ἀνθρώπους.
ΟΙ ΑΔΕΛΦΟΙ ΤΟΥ ΘΕΟΥ ΤΩΝ ΘΕΩΝ
- 9. 9
ΔΥΣΚΟΛΟΣ
ΠΑΝ· Νῦν ὑμῖν λέγω μύθον Ἐλληνικῶν ἀνθρώπων. Ἐνθα ἐν τῶι
ἀγρῶι, ἐν τῶι οἴκωι ἐκείνωι, οἰκεῖ δύσκολος ἄνθρωπος, ὃς οὐ
φιλεῖ τοὺς ἀνθρώπους, ἀλλὰ μισεῖ αὐτούς. Τὸ ὄνομα αὐτῶι
Κνήμων ἐστίν. Αεὶ μὲν λέγει κακὰ τοῖς ἄνθρωποις, ἀλλὰ δὲ οὐ
ἐμοί, ὃς εἰμὶ θεός. Κνήμων οὐκ οἰκεῖ σὺν τῆι γυναικί, ἐπειδὴ ἥδε
οὐ βούλεται οἰκεῖν σὺν δυσκόλωι ἀνθρώπωι· ὁ βίος σὺν αὐτῶι
ἐστι πολὺ χαλεπός. Ἡ γυνὴ δὲ οἰκεῖ σὺν τέκνωι ἄλλου ἀνδρός. Τὸ
ὄνομα τῶιδε τῶι τέκνῶι Γοργίας ἐστιν. Ἀλλ’οὖν Κνήμων καὶ ἡ
- 10. 10
γυνὴ ἔχουσι κοινῆι θυγατέρα, καλὴν κόρην ἣ οἰκεῖ σὺν τῶι πατρί.
Καὶ δὴ ἡ θυγατὴρ πολὺ καλὴ καὶ ἀγαθή ἐστιν, καὶ τιμᾶι τὰς
Νύμφας, τὰς συντρόφους ἐμοί. Καὶ νεανίας καί ἐστιν, ὃ οἰκεῖ ἐν
τῆι πόλει, καὶ οὗ ὁ πατήρ γεωργός ἐστι καὶ πολλὰ χωρία ἔχει. Τὸ
ὄνομα αὐτῶι Σώστρατος ἔστιν. Ὁ νεανίας ἐρᾶι τῆς κόρης. Νῦν
οὗτος σὺν φίλωι θηρεῖ καὶ εἰς τὸν τόπον τόνδε ἔρχεται. Τὸ λοιπὸν
ὁρᾶτε, εἰ βούλεσθε. Καὶ γὰρ μοι δοκεῖ αὐτοὺς ἔνθα βαίνειν.
- 11. 11
Πραγμα α’
ΧΑΙΡΕΑΣ· Τὶ λέγεις, Σώστρατε; ἐρᾶις κόρης ἣ οἰκεῖ ἐν τῶιδε τῶι
τόπωι;
ΣΩΣΤΡΑΤΟΣ· Ναὶ, μὰ Δία. Καὶ δὲ κακῶς ἔχω.
- 12. 12
ΧΑΙ· Ἀλλὰ οὐκ ἀπιστῶ.
ΣΩ· Νομίζω σὲ φίλον καὶ πρακτικὸν εἶναι. Διόπερ δεῖ σὲ μετέχειν
τοῦ πράγματος τοῦδε.
ΧΑΙ· Οὕτως πράττω, εἰ τῶν φίλων τις ἐρᾶι ἑταίρας καὶ με
παραλαμβάνει· Εὐθὺς αὐτὴν ἁρπάζω, φέρω, μεθύω, κατακαίω
τὴν θύραν, οὐκ ἀνέχω λόγον. Ἀλλὰ εἰ φίλος τις λέγει γάμον καὶ
ἐλευθέραν κόρην, ἐνταῦθα ἐγὼ εἰμὶ ἄλλος. Πυνθάνομαι γένος,
βίον, τρόπους…
- 13. 13
ΣΩ· Καὶ μάλα εὖ. Ἐγὼ εὑρίσκειν τὸν πατέρα τὴς κόρης
βούλομαι. Διόπερ Πυρρίας, δούλος ἐμοῦ, νῦν εἰς τὴν οἰκίαν
αὐτοῦ ἔρχεται.
ΧΑΙ· Τὶ λέγεις;
ΣΩ· Ἀλλὰ νομίζω ἁμαρτάνεσθαι, καὶ γὰρ οὐ χρὴ δοῦλον ταῦτα
ποιεῖν.
ΠΥΡΡΙΑΣ· Ὦ θεοί, ὦ φίλοι, μαίνεται, καὶ διώκει ἐμέ, μαίνεται. Ὁ
με διώκων, μαίνεται.
- 14. 14
ΣΩ· Τί ἐστι, δοῦλε; Τὶ λέγεις; Τίς ἐστιν ὁ διώκων σέ; Τὶς
μαίνεται;
ΠΥ· Καὶ γὰρ ὁ διώκων ἐμέ.
ΣΩ· Ἀλλὰ τίς ἐστιν ὁ διώκων σέ;
ΠΥ· Δεῖ φεύγειν.
ΣΩ· Τί γάρ;
ΠΥ· Βάλλομαι βώλοις καὶ λίθοις.
ΣΩ· Τὶς σοὶ βάλλει βώλους καὶ λίθους;
ΠΥ· Καὶ γὰρ ὁ διώκων ἐμέ.
- 15. 15
ΣΩ· Ἀλλὰ τίς ἐστιν οὗτος; Ἀλλὰ ποῖ βαίνεις;
ΠΥ· Οὐκέτι διώκει ἐμέ;
ΣΩ· Οὐ, μὰ Δία. Ἀλλὰ τὶ δαὶ λέγεις;
ΠΥ· Χρὴ ἡμᾶς φεύγειν.
ΣΩ· Ποῖ;
ΠΥ· Πόρρω, πόρρω. Καὶ γὰρ ὁ ἄνθρωπος ὃς οἰκεῖ ἔνθα, τέκνον
τοῦ Ἄλγεος ἐστίν. Οὗτος ὁ ἄνθρωπος τέρας ἐστίν. Ἀπολαύει
κόπτων ἐμέ. Καὶ σχεδὸν ἀπολλύει ἐμέ.
ΣΩ· Ἀλλὰ τίς ἐστιν οὗτος ὁ ἄνθρωπος ὃς σχεδὸν ἀπολλύει σέ;
- 16. 16
ΠΥ· Λέγω δή· ὁ πατὴρ τῆς κόρης.
ΣΩ· Ἀλλὰ τί; Τὶ μαίνεται; Τὶ διώκει σὲ κόπτων;
ΠΥ· Μὰ Δία, σχεδὸν με ἀπολλύει. Ἀλλὰ οὐ δύναμαι λέγειν, μοι
ἄπεστι τὸ πνεῦμα… (Παῦλα) Ἐπεὶ εἰς τὴν οἰκίαν αὐτοῦ ἔρχομαι,
τὴν θύραν κόπτω καὶ λέγω ζητεῖν τὸν κύριον. Ἐκβαίνει γραῦς τις
καὶ μοι λέγει τὸν κύριον εἶναι ἐκεῖ, ἐπὶ τοῦ λόφου ἐκείνου,
κόπτοντα ξύλα.
ΠΥ· Ἐγὼ εἰς τὸ χωρίον πορεύομαι καὶ αὐτῶι λέγω πόρρωθεν,
βουλόμενος φαίνεσθαι πολὺ φιλάνθρωπος· “ἥκω πρός σέ, πατήρ,
- 17. 17
ὁρᾶν καὶ λέγειν πρᾶγμα ὑπὲρ σοῦ.” Ὁ δὲ εὐθὺς λέγει· “ἀνόσιε
ἄνθρωπε, εἰς τὸ χωρίον μου ἥκεις σύ; Τί γάρ;” Αἴρεται βῶλον
τινα καὶ βάλλει εἰς τὸ πρόσωπον αὐτό μου.
ΣΩ· Μὰ Δία! Καὶ ἐνταῦθα σὺ τὶ ποιεῖς;
ΠΥ· “Ἀλλὰ σὲ Ποσειδῶν…” ἐγὼ μὲν αὐτῶι λέγω καταμύων. Ὁ
δὲ χάρακα τινα λαμβάνει καὶ ταύτηι με καθαίρει λέγων· “τὶ
πρᾶγμα σοὶ καὶ ἐμοί ἐστιν; Οὐ γιγνώσκεις τὴν δημοσίαν ὁδόν;”
ἀναβοῶν.
ΧΑΙ· Γράφεις γεωργὸν τελέως μαινόμενον.
- 18. 18
ΠΥ· Καὶ δὴ διώκει με φεύγοντα ἴσως στάδια πέντε καὶ δέκα,
πρῶτον περὶ τὸν λόφον, εἶτα κάτω εἰς τοῦτον τὸν τόπον, βάλλων
μοι βώλους καὶ λίθους. Τελέως ἀνήμερόν τι, ἀνόσιος γέρων.
Ἱκετεύω, δεῖ φεύγειν ἐνθένδε.
ΣΩ· Δειλίαν λέγεις.
ΠΥ· Οὐ γιγνώσκετε τὸ κακὸν οἷόν ἐστι. Οὗτος κατέδεται ἡμᾶς.
ΧΑΙ· Ἴσως νῦν αὐτῶι ὀδυνᾶι πούς…ἢ χείρ…ἢ ἡ γαστήρ. Διόπερ
μοι δοκεῖ ἀναβάλλεσθαι τοῦτο τὸ πράγμα, Σώστρατε. Καιρός
ἐστιν ἡμᾶς εἶναι εὔκαιρους.
- 19. 19
ΠΥ· Σοφῶς λέγεις.
ΧΑΙ· Πένης γεωργός ἐστιν ὑπέρπικρος, οὐ μόνος οὗτος, σχεδὸν
δὲ πάντες. Ἀλλὰ ἐγὼ αὔριον ἕωθεν προσέρχομαι αὐτῶι μόνος.
Νῦν δὲ καιρός ἐστιν ἔρχεσθαι οἴκαδε.
ΠΥ· Ναὶ μὰ Δία!
ΣΩ· (Μόνος) Οὗτος ἤδη πρόφασιν ἔχει. Φανερὸς ἦν τοῦτον οὐχ
ἡδέως ἔρχεσθαι μετ’ἐμοῦ, καὶ οὐ βούλεται ἐμὲ γαμεῖν. (Εἰς
Πιρρίαν) Σὺ δὲ πᾶσι τοῖς θεοῖς μέλλεις εἶναι αἰσχρός, μαστιγία.
ΠΥ· Ἀλλὰ τί, Σώστρατε;
- 20. 20
ΣΩ· Δηλαδὴ κακῶς ἔπραττες ἐν τὸ χωρίον αὐτοῦ.
ΠΥ· Μὰ Δία, ἐγὼ οὐκ ἔκλεπτον.
ΣΩ· Ἀλλὰ μέλλει τις κόπτειν σὲ κακῶς οὐ πράττοντα;
ΠΥ· Καὶ γὲ πάρεστιν ὁ πατὴρ αὐτὸς τῆς κόρης. ῾Υπάγω,
βέλτιστε. Σὺ δὲ σὺν αὐτῶι λέγε!
ΣΩ· Οὐ δὲ δύναμαι· ἀπίθανος ἀεὶ εἰμὶ λέγων. Οὐ φαίνεται
φιλάνθρωπος. Βαίνει μόνος βοῶν. Μοι δοκεῖ αὐτὸν μαίνεσθαι.
Καὶ μέντοι φοβοῦμαι, μὰ Ἀπόλλωνα καὶ τοὺς θεούς. Ἡ γαστὴρ
μου ῥεῖ!
- 21. 21
ΚΝΗΜΩΝ· Μακάριος ὁ Περσεὺς ἐκεῖνος! Πρῶτον ἐπειδὴ
πτηνὸς ἦν καὶ οὐ συνῆν τοῖς βαδίζουσι χαμαί. Εἶτα ἐπειδὴ εἶχε
κεφαλὴν ἣ πάντας ἐποίει λίθους. Εἰ αὐτὴν εἶχον…πανταχοῦ ἂν
ἦσαν λίθινοι ἄνδρες. Νῦν δ’οὐκ ἐστὶ βιοῦν, μὰ τὸν Ἀσκληπιόν!
Ἤδη ἐμβαίνουσι τὸ χωρίον λέξειν. Ἐγὼ ὃς φεύγω τοῦτο τὸ μέρος
τοῦ χωρίου καὶ οὐκ ἐργάζομαι… φεύγω τοὺς βαδίζοντας παρὰ
- 22. 22
ταύτην τὴν ὁδόν. Ἀλλὰ με διώκουσιν ἤδη ἐπὶ τοὺς λόφους ἄνω.
Ὢ πολυπληθεία ὄχλου! Οἴμοι, πάλιν τις ἔστι πρὸς ταῖς θύραις
ἐμοῦ.
ΣΩ· Ἆρα μέλλει τύπτειν με;
- 23. 23
ΚΝ· Οὐδαμῆι ἐρεμίαν ἐστὶν εὑρίσκειν, οὐδὲ ἐπιθυμῶν τις
ἀπάγχεσθαι, οὐδὲ ἐθέλων τις τὸ ὄργανον λαμβάνεσθαι ἢ κοπρεῖν.
ΣΩ· Χαλεπαίνει ἐμοί… Περιμένω τινα ἐνταῦθα, πάτερ.
ΚΝ· Οὐκ ἔλεγον ἐγώ; Νομίζετε τοῦτο εἶναι στοὰν ἢ τὴν διάβασιν
Ἀλμερίας; Τὶ οὐ τάττετε θᾶκον ἢ μᾶλλον καὶ συνέδριον; Εἰ
βούλεσθε ὁρᾶν τινα, οὐδὲν πρὸς τὰς ἐμὰς θύρας. Ὢ τάλας ἐγώ!
(Εισβαίνει εἰς τὴν οἰκίαν)
ΣΩ· Ἐμοὶ δοκεῖ τοῦτο τὸ πράγμα οὐκ εἶναι μικρόν, ἀλλὰ
Γιγάντων. Δῆλον ἐστίν. Ἆρα πορεύομαι ἐγὼ ἐπὶ τὸν Γέταν, τὸν
- 24. 24
δοῦλον τοῦ πατρός; Νὴ τοὺς θεούς, οὕτως μέλλω πράττειν ἔγωγε.
Ἔχει γὰρ διάπυρον ψυχὴν καὶ ἔμπειρος ἔστι καὶ λύει πολλά. Χρὴ
γὰρ χρόνον οὐ φεύγειν καὶ Γέταν ἐμοὶ παρεῖναι ὡς τάχιστα. Ἐν
ἡμέραι μίαι πολλὰ γίγνεσθαι ἔστιν. Ἀλλὰ τις τὴν θύραν κόπτει.
ΚΟΡΗ· Οἴμοι, τάλαινα ἐγώ! Τὶ ποιῶ νῦν; Ἡ τροφὸς γὰρ
εἰσέβαλλε τὸν κάδον εἰς τὴν φρεατίαν καὶ ἐνταῦθα μένει ὁ
κάδος… ἐνταῦθα μένει ὁ κάδος.
- 25. 25
ΣΩ· Ὦ Ζεῦ πάτερ, καὶ Φοῖβε Ἀπολλον, ὦ φίλοι Διοσκόροι!
Κάλλιστη, κάλλιστη… πολὺ κάλλιστη!
Cástor y Pólux
- 26. 26
ΚΟ· Ὁ πάππας ἐμοῦ μοι προσέταττεν ὕδωρ ποιεῖν θερμόν.
ΣΩ· Τέρας, τέρας, ἄνδρες!
ΚΟ· Ὁ πάππας, γιγνώσκων τόδε τὸ πρᾶγμα, ἐκείνην ἀπολλύει.
Οὐ γὰρ δεῖ τὸν χρόνον φεύγειν. Ὦ φίλαι Νύμφαι, μέλλω βαίνειν
εἰς τὴν πηγὴν ὑμῶν. (Ὁρᾶι τοὺς παῖδας) Αἰσχύνομαι δὲ ἐνοχλεῖν,
εἰ ἄρα τινες θύουσιν ἔνδον.
ΣΩ· Οὐ θύομεν, ἀλλὰ εἰ σὺ ἐθέλεις, σοι λαμβάνω τὴν ὑδρίαν καὶ
σοὶ αὐτὴν φέρω ὑδρευομένην.
ΚΟ· Ναί, πρὸς θεῶν! (Αὐτῶι τὴν ὑδρίαν δίδωσι)
- 27. 27
ΣΩ· Ἄγροικος γὲ κόρη ἐστίν, ἀλλὰ ἐλευθέρια πώς. Ὦ φίλτατοι
θεοί, τὶς δαίμων σώζειν ἐμὲ δύναται;
ΚΟ· Οἴμοι, τάλαινα ἐγώ! Τὶς ψοφεῖ; Ἆρα ὁ πάππας ἔρχεται; Παίει
οὖν ἐμὲ εὑρίσκων ἐνταῦθα.
ΔΑΟΣ· (Ἐκβαίνει ἐκ τῆς οἰκίας Γοργίου) Χρὴ ἐμὲ πορεύεσθαι
πρὸς τὸν κύριον, Γοργίαν· Μόνος γὰρ σκάπτει. Ὦ κάκιστη Πενία,
τὶ ἡμῖν συνοικεῖς χρόνια καὶ χρόνια;
ΣΩ· (Τῆι κόρηι) Λάμβανε τὴν ὑδρίαν. Πρήρης ὕδατος ἔστιν.
ΚΟ· Εὐχάριστος!
- 29. 29
ΔΑ· Τὶς οὗτος ἐστίν;
ΣΩ· (Τῆι κόρηι εἰσβαινούσηι εἰς τὴν οἰκίαν) Χαῖρε καὶ μέλε τοῦ
πατρός… Οἴμοι, κακοδαίμων, Σώστρατε! Ἐλπίζω τόδε τὸ πρᾶγμα
ῥεῖν εὖ.
ΔΑ· Τὶ πρᾶγμα;
ΣΩ· Οὐδέν… Μέλλω πορεύεσθαι πρὸς Γέταν καὶ αὐτῶι λέγειν
πᾶν τὸ πρᾶγμα. (Ἐκβαίνουσι Σώστρατος καὶ Χαιρέας)
ΔΑ· (Μόνος) Τὶ τοῦτο τὸ πρᾶγμα ἐστίν; Τὶ κακὸν ἐστι τοῦτο;
Τοῦτο τὸ πρᾶγμα ἐμοὶ μηδὲν ἀρέσκει· Μειράκιον διακονεῖ κόρηι.
- 30. 30
Κακόν. Ἀλλὰ σύ, Κνήμων… κακὰ σοί. Μόνην λείπεις κόρην ἐν
ἐρημίαι, ἄνευ φυλακῆς… Ταῦτα μέλλω λέγειν τῶι ἀδελφῶι αὐτῆς
ὡς τάχιστα. Δεῖ ἡμᾶς φυλάττειν τὴν κόρην. Ἤδη τοῦτο μέλλω
πράττειν, καὶ γὰρ ὁρῶ Πανιστάς τινας ἐρχομένους δεῦρο καὶ
βρεχομένους. Μοι δοκεῖ αὐτοῖς οὐκ ἐνοχλεῖν.
ΧΟΡΟΣ
- 31. 31
Πραγμα β’
(Εἰσβαίνουσι Γοργίας καὶ Δάος)
ΓΟΡΓΙΑΣ· Λέγε μοι· Τὶ οὕτως ἐποίησας;
ΔΑ· Πῶς;
ΓΟ· Φαύλως. Μὰ Δία, οὐ γιγνώσκεις τίς ἐστιν ὁ παῖς ὃς τὴν
κόρην προσέβαινε. Καὶ ἔπραξας ἀλλότριος, ὥσπερ τὸ πρᾶγμα σοὶ
ἀλλότριον. Ἀναγκαῖον δ’ἐστὶ σὲ μέλειν τῆς ἀδελφῆς ἐμοῦ. Ὁ
πατὴρ αὐτῆς ἀλλότριος πρὸς ἡμᾶς βούλεται εἶναι· Δεῖ δὲ ἡμᾶς οὐ
- 32. 32
μιμεῖσθαι τὸ δύσκολον αὐτοῦ. Τὸ κακὸν τῆς ἀδελφῆς ἐμοῦ καὶ
ἐμοὶ κακὸν γίγνεται.
ΔΑ· Ὦ Γοργία, τὸν γέροντα ὑπερφοβοῦμαι· Οὗτος γὰρ δύναται
ἀπολλύειν ἐμὲ λαμβάνων πρὸς ταῖς θύραις αὐτοῦ.
ΓΟ· Χαλεπόν γὲ προσέρχεσθαι αὐτῶι, καὶ πολὺ χαλεπόν ἐστιν
αὐτὸν γίγνεσθαι ἀγαθόν, καὶ ἄπρακτον ἔστιν αὐτὸν πείθειν. Καὶ
δὴ καὶ ὁ νόμος λέγει οὐ βιάζεσθαι τοὺς γέροντας.
ΔΑ· Σκόπει, Γοργία· Ὁ παῖς ὃν ἔλεγον ἐγώ, οὗτος ἐστίν, ἔρχεται
δὲ πάλιν. (Εἰσβαίνουσι Σώστρατος καὶ Πυρρίας)
- 34. 34
ΓΟ· Ἀπὸ τῆς ὠπὸς φαίνεται κακὸν χρῆμα.
ΣΩ· Γέτας ἐν οἴκωι οὐκ ἦν· Ἡ μήτηρ ἐμοῦ γὰρ ἔμελλε θύειν θεῶι
τινί -ὁσημέραι τοῦτο ποιεῖ· περιέρχεται θύουσα ἔνθα καὶ ἔνθα-
καὶ ἐκέλευσε αὐτὸν εὑρίσκειν μάγειρον. Καὶ πάλιν ἐνθάδε ἥκω.
Καὶ ἐμοὶ δοκῶ μέλλειν διαλέγεσθαι ὑπὲρ ἐμαυτοῦ. Μέλλω δὲ
κόπτειν τὴν θύραν ἤδη.
- 35. 35
ΓΟ· Μειράκιον, ἐθέλεις λαμβάνειν σοφώτερον λόγον;
ΣΩ· Ναί, καὶ μάλα ἡδέως. Λέγε μοι.
ΓΟ· Τοῖς εὐτυχέσι τὰ πράγματα τοῦ βίου ἀεὶ μένουσιν εὐδαίμονα,
εἰ μὴ ἀδικοῦσιν. Ἀλλὰ ὅτε ἀδικοῦσιν, ἐνταῦθα μεταβολὴν εἰς τὸ
χεῖρον λαμβάνουσιν. Ὅμως τοῖς δυστυχέσι οἳ κακὸν οὐ ποιοῦσιν
ἐν τῆι ἀπορίαι καὶ τὸν βίον εὐγενῶς φέρουριν, δυνατοὶ εἰσὶ
λαμβάνειν βελτίονα μερίδα. Τὶ οὖν λέγω; Ἐπειδὴ ὁρῶ σὲ
εὐπορεῖν καὶ πιστεύειν σεαυτῶι… μὴ καταφρόνει ἡμᾶς διὰ τὴν
ἀπορίαν. Δεῖ γὰρ σὲ ἄξιον τῆς εὐτυχίας φαίνεσθαι.
- 36. 36
ΣΩ· Σοί δὲ δοκεῖ ἐμὲ ἄτοπον τι ποιεῖν;
ΓΟ· Νομίζω σὲ βούλεσθαι πείθειν ἐλευθέραν παρθένον… ἢ
ποιεῖν κακὸν πρᾶγμα τῶι βάκτρῶι.
ΣΩ· Ὦ θεοί!
ΓΟ· Οὐ δίκαιόν ἐστι γὲ τὴν σὴν σχολὴν κακὸν ἡμῖν γίγνεσθαι.
Γιγνώσκε οὖν τοῦτο· Τὸ φοβερώτατον πρᾶγμα ἐστὶν ἀδικοῦμενος
πτωχός.
- 37. 37
ΔΑ· Διόπερ φοβερώτατος εἰμί.
ΣΩ· Καὶ σύ, γιγνώσκε τοῦτο πρὶν λέγειν· Εἶδον ἐνθαδὶ κόρην
τινα… ταύτης ἐρῶ. Τοῦτο ἐστιν ἀδικεῖν; Ἐνταῦθα ἄδικος εἰμί.
Ἥκω ἐνθάδε οὐ πρὸς ἐκείνην, βούλομαι δὲ ὁρᾶν τὸν πατέρα
αὐτῆς. Ἐγὼ γάρ, ὢν ἐλεύθερος, ἔχων ἱκανὸν βίον, νομίζω
λαμβάνειν αὐτὴν ἄπροικον καὶ φιλεῖν. Οὐ βούλομαι οὖν κακὸν
ὑμῖν ποιεῖν. Ἀπόπληκτος γίγνομαι· νομίζεις γὰρ ἐμὲ κίνα εἶναι.
- 38. 38
ΓΟ· Χρὴ σὲ οὐ λυπεῖν ἤδη· Ἐμὲ γὰρ πείθει ὃ λέγεις, καὶ δὴ καὶ
ἐμὲ ἔχεις φίλον. Οὐκ ἀλλότριος, ἀλλὰ ἀδελφὸς τῆς κόρης εἰμί.
Ἔχομεν τὴν ὁμὴν μητέρα, φίλε. Ταῦτα σοὶ λέγω.
ΣΩ· Καὶ χρήσιμος ἐμοὶ εἶ ἐνταῦθα, νὴ Δία!
ΓΟ· Χρήσιμος; Τί;
ΣΩ· Ὁρῶ σὲ γενναῖον τῶι τρόπωι.
ΓΟ· Εἰμί. Καὶ φαίνειν σοι τὴν ἀλήθειαν βούλομαι· Ταύτηι ἐστὶ
μόνος πατήρ… ἀληθὴς κύων.
ΣΩ· Ὁ χαλεπός· αὐτὸν ὀλίγον γιγνώσκω.
- 39. 39
ΓΟ· ῾Υπερβολὴ τῶν κακῶν ἐστιν. Τοῦτο τὸ χωρίον γεωργεῖ
μόνος· Οὐδὲ ἄνθρωπον ἔχει συνεργόν, οὔτε δοῦλον οὔτε γείτονα,
ἀλλὰ μόνος γεωργεῖ αὐτός. Τὸ βέλτιστον γὰρ αὐτῶι ἐστιν ὁρᾶν
οὐδένα ἄνθρωπον. Πολλάκις δὲ μετὰ τὴν κόρην ἐργάζεται·
Μόνως προσλαλεῖ αὐτῆι. Καὶ τοῦτο οὐ ποιεῖ σὺν ἑτέρωι.
Βούλεται δὲ ἐκείνην γαμεῖσθαι δυσκόλωι νυμφίωι, βούλεται ἄρα
τῆς κόρης τὸν νυμφίον εἶναι ὁμότροπον αὐτῶι… καὶ ἔχειν τὸν
τρόπον κυνός!
ΣΩ· Οὐδέποτε, λέγεις.
- 40. 40
ΓΟ· Μὴ λάμβανε κακά, ὦ φίλε, μάτην γάρ ἐστίν. Ἡμεῖς ἐσμὲν, οἳ
ταῦτα φέρειν μέλλομεν τύχηι.
ΣΩ· Πρὸς τῶν θεῶν, οὐδέποτε ἠράσθης τινός; Οὐ γιγνώσκεις τὸν
Ἔρον, μειράκιον;
- 41. 41
ΓΟ· Οὐ μοι ἔξεστιν, βέλτιστε.
ΣΩ· Πῶς; Τί; Τίς ἐστιν ὁ κωλύων;
ΓΟ· Τὰ ἔργα καὶ τὰ κακὰ ἐμοῦ.
- 42. 42
ΣΩ· Ἄπειρος γοῦν διαλέγεις περὶ ταῦτα. Παύειν με κελεύεις,
τοῦτο δὲ οὐκέτι ἐστὶν ἐπὶ ἐμοί, ἀλλὰ τῶι θεῶι.
ΓΟ· Ἀλλὰ μάτην κακοπαθεῖς.
ΣΩ· Οὐκ, ἐὰν λαμβάνω τὴν κόρην.
ΓΟ· Ἀδύνατὸν ἐστι σὲ τὴν κόρην λαμβάνειν. Εἰ με διώκεις καὶ
μένεις μετ’ἐμοῦ, σὺ μέλλεις γιγνώσκειν.
ΣΩ· Πῶς;
ΓΟ· Λύσω αὐτῶι λόγον τινα περὶ τοῦ γάμου τῆς θυγατρός. Ἐγὼ
αὐτὸς καὶ βούλομαι τὸν γάμον γίγνεσθαι. Εὐθὺς πολεμήσει πρὸς
- 43. 43
πάντας, λοιδορῶν τοὺς βίους οὓς βιοῦσιν. Καὶ σὲ μισήσει ὁρᾶν
οὕτως, ἔχοντα ταύτην τὴν ὤπα, φαινόμενον ὡς ἀνδρόγυνον.
ΣΩ· Τὶ μέλλω ποιεῖν; Εἰμὶ σχολαῖον μειράκιον. Ἔχω πολλὰ
χρήματα… ἡδυπαθέω… Ἀλλὰ νῦν ἔστιν ἐκεῖ;
ΓΟ· Νῦν οὐ. Ἀλλὰ μέλλει ἐκβαίνειν ἤδη.
ΣΩ· Ἀλλὰ ἄγων τὴν κόρην ἢ μονος;
ΓΟ· Οὐ γιγνώσκω. Τοῦτο δυνατόν ἐστιν.
ΣΩ· Εὖ ἐστίν. Πορεύομαι μετὰ σοῦ. Ἀλλὰ ἱκετεύω, συμπράττε
μοι.
- 44. 44
ΓΟ· Μάλα εὖ. Μέλλω συμπράττειν σοί… Ἀλλὰ πῶς;
ΣΩ· Πῶς; Ἐρχώμεθα εἰς τὸν τόπον ὃν λέγεις.
ΓΟ· Ἀλλὰ τί; Ἔχων χλανίδα, μέλλεις παρεῖναι ἡμῖν
ἐργαζομένοις;
ΣΩ· Τί γὰρ οὐ;
ΓΟ· Ἐπειδὴ εὐθὺς ποιήσει τοῦτο· βάλλειν σοι βώλους, λοιδορεῖν
σε, ἀποκαλεῖν σε ἀργόν. Δεῖ σὲ μεθ’ἡμῶν σκάπτειν. Δυνατός γὰρ
ἐστὶν αὐτὸν, τοῦτο ὁρῶντα, ὑπολαμβάνειν λόγον τινα παρὰ σοῦ,
καὶ νομίζειν σὲ πένητα εἶναι.
- 45. 45
ΣΩ· Μέλλω πείθεσθαι πάντα. Ἄγε.
ΓΟ· Τὶ βούλει κακοπαθεῖν;
ΔΑ· Βούλομαι ἡμᾶς ἐργάζεσθαι τήμερον ὡς πλεῖστον καὶ τοῦτον
λείπεσθαι τοὺς νεφρούς…καὶ παύεσθαι ἐνοχλεῖν ἡμᾶς.
ΣΩ· Ἔκφερε δίκελλαν.
ΔΑ· Μᾶλλον βούλει τὸ ὄργανον μου; Λάμβανε αὐτὸ καὶ ποίει
ἀγαθὸν ἔργον. Δεῖ ἐργάζεσθαι καὶ παχύνεσθαι.
ΓΟ· Δάε, οὐ χρὴ σὲ εἶναι αἰσχρόν… ἢ ἐγὼ σοι κόπτω τὰ αἰδοῖα.
- 46. 46
ΔΑ· Τί γάρ; Μόνως βούλομαι διδόναι αὐτῶι τὴν δίκελλαν μου·
ἐγὼ γὰρ μέλλω ποιεῖν ἀλλο ἔργον.
ΓΟ· Εὖ ἐστίν. (Σώστρατῶι) Σώστρατε, λάμβανε αὐτὴν καὶ
βαίνωμεν εἰς ἐκείνο τὸ χωρίον. Μέλλομεν ἐργάζεσθαι χαλεπῶς.
Οὐ δὴ γιγνώσκεις ὅπηι σε βάλλεις.
ΣΩ· Οὕτως ἔχω· Δεῖ ἐμὲ ἀπολλύεσθαι ἐν τῶιδε τῶι πράγματι ἢ
βιοῦν ἔχοντα τὴν κόρην.
ΔΑ· Λάμβανε. Νῦν ὑπάγω. Χαίρετε, βέλτιστοι. (Ἐκβαίνει)
ΓΟ· Χαῖρε, Δάε. Ἡμεῖς καὶ ὑπάγομεν.
- 47. 47
ΣΩ· Ὦ φίλτατοι θεοί, νομίζω τὴν ἀγαθὴν τύχην ἔσεσθαι
μετ’ἐμοῦ. Εἰ γὰρ ἡ κόρη μὴ γιγνώσκει τὴν τροφὴν ἐν γυναιξί,
μηδὲ τὰς τέχνας τῶν τούτων ἐν τῶι βίωι, ἀλλὰ γιγνώσκει
ἐλευθερίαν παιδείαν μετὰ πατρὸς αγρίου μισοπονήρου, πῶς οὐκ
ἔστι μακρότατον ἄθλον ἐπιτυγχάνειν αὐτῆς; Ἀλλὰ ἥδε ἡ δίκελλα
ἄγει τάλαντα τέτταρα. Μέλλει ἀπολλύειν με. Ἀλλ’οὖν καιπὸς οὐκ
ἔστι μαλακίζεσθαι νῦν.
(Ἐκβαίνουσι Σώστρατος καὶ Γοργίας)
- 48. 48
(Εἰσβαίνουσι Σικὼν καὶ Γέτας)
ΣΙΚΩΝ· Τὸ πρόβατον, τὸ πρόβατον… πόρνη τὸ πρόβατον…
Τόδε τὸ πρόβατον τὸ κακόν ἐστιν. Ἄπαγε εἰς τὸν Τάρταρον. Εἰ
αὐτὸ φέρω καὶ αἴρω, ἔχεται θαλλῶν τῶι στόματι καὶ κατεσθίει καὶ
ἀποσπᾶι εἰς βίαν. Εἰ δὲ αὐτὸ λείπει τις χαμαί, οὐ προέρχεται.
Ἐγὼ, ὁ μάγειρος, ἀπολλύομαι ὑπὸ τούτου. Ἀλλὰ τὸ νυμφαῖον
- 49. 49
εὐτυχῶς ἐστιν ἔνθα, ὅπη θύσομεν. Χαῖρε, Πᾶν. (Εἰς Γέταν) Ἄγε,
Γέτα, ταχύνε.
ΓΕΤΑΣ· Φέρω γὰρ τὸ φορτίον τεττάρων ὄνων ὑπὸ τῶν κακίστων
γυναικῶν. Αὗται μοι δωροῦσι καὶ μένουσιν εὐδαίμονες.
ΣΙ· Ὡς δοκεῖν, πολὺς ὄχλος ἔρχεται· φέρεις γὰρ πολλὰ στρώματα.
ΓΕ· Καὶ τὶ ποιῶ;
ΣΙ· Λείπε ταῦτα δεῦρο.
ΓΕ· Ἰδού. Ἐὰν γὰρ ὁρᾶι ἐνύπνιον τὸν Πᾶνα, τὸν τοῦ πέμπτου
πίτυος, ἐκεῖ πορευσόμεθα θύσοντες εὐθύς.
- 50. 50
ΣΙ· Τὶ ἐνύπνιον; Τὶ λέγεις; Τὶς ὁρᾶι ἐνύπνια;
ΓΕ· Μὴ με κόπτε, ἄνερ.
ΣΙ· Ὅμως λέγε, Γέτα. Τὶ ἐνύπνιον λέγεις; Τὶς εἶδεν;
ΓΕ· Ἡ δέσποινα.
ΣΙ· Πρὸς τῶν θεῶν, τὶ εἶδεν ἐνύπνιον;
ΓΕ· Με μέλλεις ἀπολλύειν. Αὐτῆι ἐδόκει τὸν Πᾶνα…
ΣΙ· Λέγεις τόνδε, τόνδε τὸν Πᾶνα;
ΓΕ· Τοῦτον.
ΣΙ· Ἀυτῆι ἐδόκει τοῦτον τὸν Πᾶνα…τί ποιεῖν;
- 51. 51
ΓΕ·…τῶι Σωστράτωι, τῶι τέκνωι τοῦ δεσπότου, περιβάλλεσθαι
πέδας…
ΣΙ· Μὰ Δία.
ΓΕ·…καὶ εἶτα αὐτῶι δωρεῖν δίκελλαν καὶ κελεύειν σκάπτειν ἐν
τῶι χωρίωι τοῦ πλησίου.
ΣΙ· Ἄτοπον.
ΓΕ· Διόπερ θύομεν, ἵνα παύωμεν τὸ φοβερὸν ἐνύπνιον.
ΣΙ· Μανθάνω. Λάμβανε ταῦτα πάλιν καὶ φέρε εἴσω. Ποιῶμεν
ἑτοῖμα τὰ στρώματα καὶ τὰ ἄλλα. Καὶ ἀγαθῆι τύχηι. Καὶ λύε τὰς
- 52. 52
ὀφρῦς ποτέ, κακοδαίμον· ἢ ἐγὼ σε χορτάζω τήμερον τῆι σαρκί
μου.
ΓΕ· Ἔγωγε ἀεὶ ἐγκωμιάζω σὲ καὶ τὰς τέχνας σοῦ…καὶ δὲ καὶ τὴν
σάρκα σοῦ. (Μόνος) Ὅμως σοῖ πιστεύω μηδέν.
ΧΟΡΟΣ